Ancient Greek · ~5 min
Column 9
Philodemus, P.Herc. 1065 9
Not analysed yet
τῶι τρόπωι τούτωι τὸ μ ὴ δυνατὸν εἶναι κίνησιν ἄνευ κενοῦ γίνεσθαι σημειούμεθα. διόπερ εἰ βίαν ο ὗτος οὐκ ἔχει πρὸς τὸ ἀποδεῖξ αι τοῦτ', οὐδ' ὁ κατὰ τὴν ἀνασκευὴν ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ βεβαιούμενος ὅλος, οὐδ' ἐκεῖνος ἔχει τὴν ἀνάγκην. οὐ χεῖρον δ' ἴσως ἐστὶν κατὰ τὸν ἐπὶ μέρους ἀναλογισμὸν μεταβῆναι τοῦ λεγομένου κατ' ἀπαραλλαξίαν σημείου· ἀλλὰ γὰρ τῶν παρ' ἡμῶν κατατει ν όντων τὰ περὶ τοῦτον τὸν κόσμον ὑποκείμεν α ὅσ' ὁρῶμεν τοσαῦθ' ὑπάρχειν, τὸν ἥλιον ἀξιοῖ τοῦ φαινομένου πολὺ μείζονα εἶναι διὰ τὸ ἀφ' ἡμῶν ἀπόστημα· τά γ' ἄλλα πόρρωθεν μεῖον φαίνοντα καὶ βραδέα θεωρεῖσθαι, τὸν δ' ἥλιον ἠναντιωμένην ἀποδιδόναι ὄψ ιν καὶ ταύτηι ἀντίστροφον κίνησιν· τὰ γὰρ π αρ' ἡμῖν φαινόμενα πάντα κατὰ τὰς χρόα ς πόρρωθεν ἐπ' ἔλαττον θεωρεῖσθαι παραλλάττοντα δι ὰ τὸ σκ οπεῖσθαι σ κιοειδῶς ἀποφαίνειν τὴν χρῶσιν, τὸν δ' ἥλιον ἔχοντα μαρμαρυγ ή ν τινα σφο δρὰν ἐστερημένον τοῦ ἀποστήματος πεφυκότος ἐπὶ πολὺ καθαιρεῖν τὰ μεγ έθη, πολλαπλασίονά τ' εἶν αι τοῦ φαινομένου, καὶ ταύτηι ἐξαλλάττειν πάντων τῶν παρ' ἡμῖν φαιν ομ ένων, ὡς τὴν σιδηρῖτιν λίθον ἁπάντων διαφέρ ουσαν ἐπισπᾶσθαι μόνην τὸν σίδηρον. οὕτως δὲ κεινῶν