Ancient Greek
Column 11
Philodemus, P.Herc. 1065 11
Not analysed yet
λαττον, ὁ δ' ἥλιος οὐκ ἴσχει τὴν ἰδιότητα τὴν τοιαύτην; οὐχὶ δὲ καὶ τὰ παρ' ἡμῖν ἐκφαινόμενα παρὰ τὰς δύ' αἰτίας δυνήσεται τοῦτο πάσχειν, ὁ δ' ἥλιος οὐ διὰ ταύτας ἀλλὰ δι' ἄλλην ἐξηλλαγμένην τῶν παρ' ἡμῖν ἀδυνατήσει τὸ συνβαῖνον ἴσχειν; οὐδὲ τὸ τῶν λίθων μόνην τὴν μαγνῆτιν ἕλκειν τὸν σίδηρον ἐνδείκνυται τὴν ἡμετέραν σημείωσιν οὐκ ἀναγκαστικήν. οὐχὶ δὲ διὰ τὴν ὑπὸ Διονυσίου προενη νεγμένη ἀνάτρεψιν α ασαι εταις ν τούτου γα σθων ρου τῶν ἄλλων κα σιτ ὁ κατὰ τὴ ν ὁμοιότητα τρόπος τῆς σημειώσεως ἀνα ιρεθήσεται. πρὸς πᾶν γὰρ τὸ τῆς ἀντιρρήσεως ὑπερφυῶ ς ὡ ς ἁρμόττον, ὡς καθ' ὁμοιότητα μᾶλλον ἢ κατὰ τὴν ἀνασκε υήν· ἡ δὲ μετάβασις ἀναγκαστικωτέρα δοκοῦσ' εἶναι μηδὲ ταύτηι ἀναγκάζεται τοῖς βεβαιοῦσιν τὸ ἀνασκευαστικήν. καὶ μὴν τοὺς λόγους αὐτοῦ γ' εὐαπολύτους εἶναι τοῖς ἐρευνωμένοις συμβέβηκεν. οἱ μὲν γὰρ πρῶτοι δύο τὴν αὐτὴν δύναμιν ἔχοντες ὡσαύτως διακόπτονται. τιθεμ ένου γὰρ τοῦτό τε ἀληθεύεσθαι, τὸ εἰ τὸ πρῶτον τὸ δεύτερον, ὅταν ἀληθὲς ἦι τὸ εἰ μὴ τὸ δεύτερον οὐδὲ τὸ πρῶτον, οὐ κατὰ τοῦτο συνάγεται τὸ μόνον εἶναι τὸν κατὰ τὴν ἀνασκευὴν τρό