Ancient Greek · ~4 min
Column 16
Philodemus, P.Herc. 1065 16
Not analysed yet
τοιούτους. εὖ λέγεται δὲ ἃ ἄρτι λέγει καὶ πρὸς τὸν ἀπὸ τῶν σπανίων, εἰ καὶ δαψιλῆ συνεῦρεν ψευδολογίαν. οὐ προσάγει μέντοι γ' οὐδ' ὁ συνεχής. ὅταν γὰρ μεταβαίνωμεν ἀπὸ τοῦ τοὺς παρ' ἡμῖν ἀνθρώπους θνητοὺς εἶναι καὶ σημειώμεθα περὶ τοῦ καὶ τοὺς ὁπουδήποτ' ἀνθρώπους θνητοὺς ὑπάρχειν, οὔτε τοῦτο προϋφιστάμεθα, τὸ καὶ κατὰ τὸ θνητοὺς εἶναι τοὺς ἀνθρώπους ὑπὲρ ὧν σημειούμεθ' ἐοικέναι τοῖς παρ' ἡμῖν, οὔτε τὸ κατὰ μὲν τἆλλ' ἐοικέναι κατὰ δὲ τὸ θνητοὺς εἶναι διαφέρει ν ,ἀλλὰ κοινῶς ἐκ τ ο ῦ τοὺς παρ' ἡμῖν ἀνθρώπους πάντας καὶ κατὰ τὸ θνητοὺς εἶναι παραπλησίους ὑπάρχειν ση μειούμεθα καὶ ὅλως τ ο ὺς ἀνθρώπους πάντας εἶναι θανάτου δεκτικούς, μ ηδενὸς εἰς τοὐναντίον ἀντιπίπτοντος μηδ' ἕως ἴχνους ἐπισπωμένου πρὸς τ ὸ τελευτῆς αὐτοὺς ἀδέκτους εἶναι, κατὰ τὴν ὁμοιότητα ταύτην προκαλούμενοι καὶ κατὰ τοῦτ' αὐτοὺς ὁμοίους ἀποφαίνεσθαι τοῖς παρ' ἡμῖν. ἠγνοῆσθαι δὲ συμβαίνει καὶ τὸν παρακείμενον. ὁ γὰρ μεταβαίνων ἀπὸ τῶν παρ' ἡμῖν καὶ συλλογιζόμενος περὶ τῶν ὁπουδήποτ' ἀνθρώπων, ὅτι εἰσὶν θνητοί, τῶι καὶ τοὺς καθ' ἱστορίαν γεγονότας καὶ τοὺς ὑπὸ τὴν πεῖραν πεπτωκότας ἀνθρώπους πάντας εἶναι θνητούς, εἰς τοὐ