Ancient Greek · ~4 min
Column 17
Philodemus, P.Herc. 1065 17
Not analysed yet
ναντίον μηδενὸς ἀνθέλκοντος, κατὰ τὴν ὁμοιότητα σημειοῦται, καὶ τὸ τοὺς παρ' ἡμῖν ἀνθρώπους ἧι ἄνθρωποί εἰσιν εἶναι θνητούς, ὅπερ ἴσον ἐστὶ τῶι σὺν τούτωι τοὺς ἀνθρώπους ἀνθρώπους ὑπάρχειν, αὐτῶι τούτωι διαβεβαιοῦται. τῶν δὲ κατὰ τὴν ἀνασκευὴν τρόπωι τε καὶ ὁδῶι φιλοσοφούντων οὐδεὶς κατασκευάζει τὸ τοιοῦτον. καὶ οὐ διὰ τοῦτο τοὺς Ἀκρο θωΐτας ὀλιγοχρονίους εἶναι φήσομεν, διὰ τὸ τοὺς παρ' ἡμῖν ὀλιγοχρονίους ὑπάρχειν. οἱ μὲν οἰκοῦντες το τοὺς πανταχῆ υτον παραπλησ ν ασυ καὶ γὰρ οἱ παρ' ἡμῖν ἄνθρωποι πολὺ διαλλάττοντες ὁρῶνται κ ατὰ πολυνχρο νιότητα καὶ ὀ λιγοχρονιότητα παρὰ χώρας καὶ τόπους, ὥστ' ἀπαράδεκτον οὐχὶ τό τινας ὑπερεκπείπτοντας εἶναι μακροβιοτείαι, καὶ ταῦτ' οὐδὲ πολλῶι παραλλάττουσαν ἡμῶν ἐχόντων ἐνίων ὡς οὐδὲ τῶν Ἀκροθωϊτῶν. οὐχ ὑγιὴς δὲ λόγος ἐστὶν οὐδ' ὁ παρακείμενος. οὐ γὰρ εἰ ἐπί τινων ἱκνούμενός ἐστιν ὁ κατὰ τὴν ὁμοιότητα τρόπος περιοδευόντων ἡμῶν τῶι ἐπιλογισμῶι δεόντως τὰς ὁμοιότητας, διὰ τοῦτο καὶ ἀ φ' ὧν ἔτυχε κοινοτήτων σημειωτέον περὶ ὧν ἔτυχεν. εὐθέως γὰρ τὰ παρ' ἡμῖν σώματα οὐχ ἧι σώματ' ἐστὶν φθαρτά