Ancient Greek · ~5 min
Column 18
Philodemus, P.Herc. 1065 18
Not analysed yet
ἐστιν ἀλλ' ἧι φύσεως ἠναντιωμένης τῆι σωματικῆι καὶ εἰκτικῆς μετείληφεν. ὁμοίως δὲ χρώματ' ἔχει τὰ παρ' ἡμῖν σώματα οὐχ ἧι σώματ' ἐστίν· τὰ γὰρ ἁπτὰ καθὸ μὲν ἀντιτυπεῖ τὴν ἁφὴν σώματ' ἐστίν, καθὸ δ' ἁπτά ἐστιν οὐδεμίαν ἐμφαίνει χρόαν. τὰ γοῦν ἐν τῶι σκότει χρ ό αν μὲν οὐκ ἔχει, σώματα δ' ἐστίν. ὅθε ν ἀπὸ μὲν τούτων οὐ σημειούμεθα περὶ τῶν πάντων σωμάτων, ἀπὸ δ' ἄλλων ὁμοιοτήτων οὐ κωλυθησόμεθα τῆι κατὰ τὸ ὅμοιον μεταβάσει χρώμενοι δεόντως σημειοῦσθαι. αὐτόθεν δ' ἐλαφρός ἐστιν ὁ με τος. ἀπὸ γὰρ τῶν μάλιστα συνεγγιζόντων καὶ ἀπὸ τῶν ὡς ἔνι μάλλισθ' ὁμοιοτάτων μεταβατέον, καὶ οὐ ταῖς ἐπ άνω χρηστέον κοινότησι, τὰς μάλιστα καταλλήλ ους παρέντας· οἷον ἀπὸ τῶνδε τ ῶν κατὰ μέρος ἀνθρώπων ἐπὶ τοὺς μάλιστα τούτοις ὁμ οίους, ἀπὸ δὲ τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ τὸ γένος τούτων ὅπερ τῶι συνόλωι γένει παρακολουθεῖ, μηδενὸς εἰς τοὐναντίο ν μηδ' ἕως αἰθύγματος ἀνθέλκοντος, ἀπὸ δὲ τῶν τοιῶνδε ζώιων ἐπὶ τὰ μάλιστα τούτοις ἐοικότα, ἀπὸ δὲ τοῦ γένους ἐπὶ τὰ περὶ τὸ γένος, ἀπὸ δὲ τοῦ τοιοῦδε σώματος ἐπὶ τὸ τοιόνδε, καὶ ἀπὸ τοῦ γενικοῦ ἐπὶ τὸ γενικόν, καὶ ἀπὸ τοῦ ὄντος τοῦ τοιοῦδ' ἐπὶ τὰ μάλιστ' ἐοικότα, ἀπὸ