Ancient Greek · ~4 min
Column 19
Philodemus, P.Herc. 1065 19
Not analysed yet
δὲ τοῦ γενικοῦ καὶ πλείστοις ὄντος παρακολουθοῦντος, οὗ χωρὶς οὐδὲ νοῆσαι δυνάμεθα τὸ κοινῶς ὄν, ἐπὶ τὸ γενικόν. ἡμῖν μὲν οὖν διαλεγόμενος ὁ Ζήνων καὶ λόγους τῶν ἀντιδοξαζόντων τοὺς ἐκκειμένους προεφέρετο καὶ τοιαύταις ἀπαντήσεσι πρὸς αὐτοὺς ἐχρῆτο· Βρόμιος δὲ τοιαῦτ' ἔφασκε πιστώματ' αὐτῶν καὶ συναντήματ' ἐκτίθεσθαι. πῶς ἀπὸ τῶν φαινομένων ἐπὶ τἀφανῆι μεταβήσηι; πότερον τὰ φανερὰ π αντ' ἐκπεριελθὼν ἤι τινα τούτων; εἴτε γὰρ τὸ πρότερον, οὐ δυνατὸν γενέσθαι τοῦτο· εἴτε τὸ δεύτερον, οὐδεὶς μὴ ποιῆται συντρεχόντων τινῶν τὴν τῶν σημείων σύνταξιν. ἐπεί τε τῶν ἀέρων εἰσὶν παραλλαγαὶ καὶ τρ ο φῶν καὶ συστάσεων φυσικῶν, πόθεν ο ὖ ν οὐκ ἂν εἴησαν παρὰ ταῦτά τινες καὶ ἄτρωτοι καὶ τοιαύτας ἄλλας ἐπιφερόμενοι διαφοράς; ἤτοι τε ἀπὸ τῶν προσφερομένων φύσιν καὶ δύναμιν ἀπαράλλακτον ποιήσει τὴν μετάβασιν ἢ ἀπὸ τῶν οὐχ ὁμοίας ἐχόντων; τὸ μὲν ἐκ τῶν ἀπαραλλάκτων ὁρμᾶσθαι τὸ σημειῶδες ο ὐκ ἴσχει· μόνον γὰρ ἀριθμῶι διαλλάξει. τὸ δ' ἀπὸ τῶν μὴ τοιούτων μεταβαίνειν πιστὸν οὐκ ἔσται διὰ τὴν προσοῦσαν παραλλαγήν. ἔτι τε ἤτοι τἀπεριφανῆ σ υνενπεριλαβὼμεν ἐρεῖς· ἐπεὶ πάντες εἰσὶν ἄνθρωποι τοῖς παρ' ἡμῖν ὅμοιοι καὶ κ αθό εἰσιν θνη