Ancient Greek · ~5 min
Column 20
Philodemus, P.Herc. 1065 20
Not analysed yet
τοί, θνητοὺς εἶναι δεῖ πάντας ἀνθρώπους. ἢ τοῦτο παραλείπων οὐ μὴ προβῆις κατὰ τὸν συλλογισμόν. εἴ τε αὐτὸ τὸ ἄδηλον ἔχει τινὰς ἰδιότητας ὡς πρὸς τὸ φανερὸν ἐπιβαλλόμενον, πῶς ὀρθῶς ἐπ οίσηι, τοῖς κατά τι διαλλάττουσιν τὰ παραπλήσια συνάπτων συνπτώματα; ἐξέθηκε δὲ καὶ τὸν ἐκ τῆς μονογενείας λόγον καὶ τὸν παραφέροντα ὡ ς τὰ κατ' ἄλλον τρόπον διαλλάττοντα σαλεύειν τὰς κατὰ τὴν ὁμοιότητα σημειώσεις, ὧν ἐστιν τό τινα τὰ βόεια κρέα ῥᾶιον πέττειν ἢ τὰ δοκοῦντα π ο λ ὺ τούτων εὐκατέ ργαστ' εἶναι μᾶλλον· ὅθεν ὡς οὐχὶ πιστ ῶν ὄντων περὶ τὰ πράγμ αθ' ἡμῖν, βεβα ίως τῶν ὁμοίων κατείπομεν τὰς διαφοράς. οὐχὶ καθόσον διαφέρει τοῦ φανεροῦ τἀφ ανές, καὶ παρακρούειν ἡμᾶς εαὐτοὺς θέλομεν, εἰ δὴ τὰ παρ' ἡμῖν ζῶια πάντα λέγοντες εἶναι φθαρτὰ τοὺς θεοὺς ἀφθάρτους ὑπάρχειν λέγομεν, καὶ πάντων γενητῶν καὶ φθαρτῶν ὄντων τὰς τῶν ὅλων ἀρχὰς ἀγενήτους εἶναι καὶ ἀφθάρτους ἀξιοῦμεν; ὧν πρὸς μὲν τ ὸ πρῶτον ἐροῦμεν, φησίν, ὡς οὔτε πάντα ἀναγκαῖά ἐστιν ἐκπεριελθεῖν τὰ φαινόμενα παρ' ἡμῖν οὔτε μὴν οἷς ἔτυχεν ἐντυχεῖν, ἀλλὰ πολλοῖς ὁμογενέσι καὶ ποικίλοις, ὥστ' ἐκ τῆς τούτοις περιπτώσεως καὶ τῆς ὑπὲρ τῶν αὐτῶν ἱστορίας τὸ συνεδρεῦον ἀχωρίστως