Ancient Greek · ~5 min
Column 3
Philodemus, P.Herc. 1065 3
Not analysed yet
που κατ' ἄλλους τόπους εἰσὶν ἄνθρωποι τοῖς παρ' ἡμῖν ὡμοιωμένοι κατά τε τἆλλα καὶ κατὰ τὸ θνητοὶ εἶναι, θνητοὶ ἂν εἴησαν. τὸ γὰρ καταληπτὸν τῶι σημείωι τούτωι οὐ διοίσει τοῦ σημείου ἀφ' οὗ καὶ αὐτοὶ σημειούμεθα, εἴ γε ἑκάτερα θ νητὰ ὑποτιθέμεθα καὶ τοιοῦτό τι λέγομεν· ἐπεὶ οἱ παρ' ἡμῖν θνητοί εἰσιν ἄνθρωποι, κ αὶ εἴ πού εἰσιν θνητοὶ ἂνθρωποι, θνητοί εἰσιν· εἰ δ' οὐχὶ καὶ κατὰ τὸ θνητοὺς ὑπάρχειν ὁμοίους ἐκείνους ὑποτιθέμεθα περὶ ὧν σημειούμεθα, ἀλλὰ ταύτηι διαλ λάττοντας καὶ διαφορὰς παρέχοντας σπερ ε θα δῆλον ὡς οὐκ ἔχει τὴν ἀνάγκην ἡ σημείωσις· οὐκ ἄρ' ἀν αγκαῖον ἔσται τοὺς ἐν ἀδήλοις ἀνθρώπους εἶναι θνητούς, οὐδὲ τοὺς ἄλλους, τοὺς κατὰ μὲν τἆλλ' ὁμοίους κατὰ δὲ τὸ θνητοὺς ὑ πάρχειν διαλλάττοντας, καὶ κατὰ τοῦτ' ἐοικέναι τοῖς παρ' ἡμῖν. καθόλου τ' εἰ καταξιο ῖ· ἐπεὶ οἱ παρ' ἡμῖν ἄνθρωποι θνητοί εἰσιν, καὶ εἴ πού εἰσιν ἄνθρωποι θνητοὺς εἶναι· εἰ τοῦτο μὲν ἴσον αὐτῶι τούτωι· ἐπεὶ οἱ παρ' ἡμῖν ἄνθρωποι ἧι ἄνθρωποι καὶ καθὸ ἄνθρωποί εἰσι θνητοί εἰσιν, καὶ τοὺς πανταχῆ θνητοὺς ὑπάρχειν, ὀρθῶς ἀξιώσει τοῦτο. εἰ δὲ ἄλλως συμβεβηκότος τούτου τοῖς παρ' ἡμῖν ἀνθρώποις, τοῦ θνητοὺς εἶναι, ἀξιώσει, ἐπεὶ οἱ παρ' ἡμῖν εἰσι θνη