Ancient Greek · ~4 min
Column 21
Philodemus, P.Herc. 1065 21
Not analysed yet
ἑκάστωι τῶν κατὰ μέρος λαβόντας, ἀπὸ τούτων μεταβαίνειν ἐπὶ τἆλλα πάντα. εἰ γὰρ καὶ τἆλλα μὲν διαφέροντες ὅμοιον εἰπεῖν ἄνθρωποι πρὸς ἀλλήλους εὑρίσκονται, κατὰ δὲ τοῦτο διαφορὰν οὐκ ἔχοντες τεθεώρηνται, ἆρά γ' ἐφ' οἷς ἐνεκυρήσαμεν καὶ ὑπὲρ ὧν ἱστορήσαμεν πῶς οὐ φήσομεν θαρροῦντες ἅπαντας εἶναι γήρως καὶ νόσου δεκτικούς; τοῦτο δ' ὅταν ληφθῆι καὶ πρὸς τοὐναντίον μηδὲν ἀντιπίπτηι, ψευδολογεῖν φήσομεν τοὺς λέγοντας· ἄνθρωποί τ' ἄτρωτο ι ἔσαν. πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν τὴν μετάβασιν οὐδὲ ταῖσδε κινεῖσθ' ἂν ταῖς συστάσεσιν, ἀλλὰ τοιαύταις κεχρημέν ο ι κατ' ἴχνος τοῦ ξένου καταξιοῦν τὰ θεωρητά, ἅττ' οὖν ἡμᾶς πρῶτον εἰς τοῦτο προκέκληται. πευσόμεθα δὴ γὰρ ὑπὸ τίνος κινηθέντα καὶ ἀπὸ τίνος ὁρμηθέντα διαπορεῖν περὶ οὑδήποτε ἢ τὴν ἐπιζήτησιν ἀέριον ποιεῖσθαι, χωρὶς τοῦ τὸ πάσης κοινότητος ἐστερημένον τῆς πρὸς τὸ φαινόμενον ἀδιανόητον εἶναι. καὶ περὶ αὐτῶν δ' ἀέρων καὶ παραλλαγῆς φύσεων τ ὸν αὐτὸν ποιησόμεθα λόγον, ο ὐ κ ἐπίπασαν ἐκβάλλοντες παραλλαγήν, καὶ ταῦτα μή τις ἀπαντήσηι καὶ ταύτηι δύσκολον, ὥστε διστάσαι μή ποτε παρὰ τὰς τοιαύτας διαφοράς εἰσιν ἄνθρωποι σιδήρου φύσιν ἔχοντες καὶ διὰ τοί