Ancient Greek · ~5 min
Column 22
Philodemus, P.Herc. 1065 22
Not analysed yet
χων πορευόμενοι καθάπερ ἡμεῖς δι' ἀέρος. πρὸς δὲ τὸ τρίτον, ὅτι ποτὲ μὲν καὶ ἀπὸ τῶν ἀπαραλλάκτων μεταβησόμεθ', ὅταν ἦι τι δισταζόμενον τῶν περὶ αὐτὰ συμβαινόντων, τῶι δὲ τὸ μὲν ἐξ ἐναργείας καταλαμβάνεσθαι τὸ δὲ μὴ πρόδηλον εἶναι, χρησόμεθα σημείωι τῶι βλεπομένωι πρὸς τὴν παραδοχὴν τοῦ φαινομένου· ποτὲ δὲ ἀπὸ τῶν οὐκ ἀπαραλλάκτων, ἐφὸ καὶ καθὸ μετέχει τῆς αὐτῆς γε κοινότητος τῶν ὁμοίων α ὑτοῖ ς συμπτωμάτων, οἷον ὅταν τινὰ μὲν ἀνθρώποις μ όνο ι ς ἐ οίκηι, τινὰ δ' ἐο ικότα τ ῶ ι θ εῶ ι ζῶιά ἐστιν. εὐστόχως ἄρα τ ῆι ἐκ ζώι ων μεταβάσει χρησόμεθα, νομίζοντες οὐδὲν κωλύειν μὴ τῶι φρονεῖν μὲν ἀνθρ ώποις ὡμοιωμένον τὸν θεὸν ὑπάρχειν διὰ τὸ τὸν ἄνθρωπον φρονήσεως μόνον τῶν παρ' ἡμῖν ζώιων δεκτικ όν, φρονήσεως δὲ χωρὶς μ ὴ νοεῖσθ' ,ἀλλ ὰ μὴ γεννᾶσθαι συνεστηκένα ι δ' ἐκ ψυχῆς καὶ σώματος· καὶ ἔσ τ αι ζῶιον σὺν τούτωι καὶ ἀθάνατον. πρὸς δὲ τὸ τέταρτον ὡς οὔτε χρὴ περ ιλαβε ῖν τὸ μὴ πρόδηλον, ὥστ' εἰπεῖν· ἐπεὶ καὶ κατὰ τὸ εἶναι θνητοὶ οἱ ἐν οἱσδ ήποτε τόποις ὄντες ἄνθρωποι τοῖς παρ' ἡμῖν εἰσιν ὅμοιοι, δεῖ πάντας εἶναι θνητούς· οὔτε μὴν τοὐναντίον τῶι προκειμένωι προλήψομαι, καταντήσωι δὲ διὰ τοῦ τῶν φαινομένων ἐπιλογισμοῦ ἐπὶ τὸ καὶ κατ' αὐτὸ δεῖν τὴν