Ancient Greek · ~4 min
Column 23
Philodemus, P.Herc. 1065 23
Not analysed yet
ὁμοιότητα ὑπάρχειν. ἐπεὶ γὰρ τοῖς παρ' ἡμῖν ἀνθρώποις τοῦτο παρέπεται τὸ σύμπτωμα, πάντως ἀξιώσω πᾶσιν ἀνθρώποις τοῦτο παρακολουθεῖν, ἐπιλογισμῶι συνβιβάζων ὅτι καὶ κατὰ τοῦτο δεῖ τὴν ὁμοιότητ' εἶναι. πρὸς δὲ τἀκόλουθον, ὅτι καὶ ἧι διαφέρει τὰ ταῖς αἰσθήσεσιν ἄδηλα καλῶς ὁ σημειούμενος τὴν παραλλαγὴν αὐτοῖς ἀποδώσει καὶ ἧι τὰς κο ινότητας ἔχει πρὸς τὰ φανερὰ τούτων οὐ στερήσει, ὃν τρόπον δύναιτ' ἂν ἀπὸ τῶν παρ' ἡμῖν μεταβα ίνων πυρῶν πρὸς τὸ καὶ ἐν η αιαλι πῦρ, διισχυρίζεσ θ α ι τω καθόλου εἶναι πυρὶ καθὸ πῦρ αὐχμὸν ησυρ ς τὰς καυτικὰς τῶν ἑτέρων ινασδια τρα αὐτὰ τ ὰ φαινόμενα, τούτου τοῦ παραλλάγματος ἐμ ποδίζει ἡ ἀποταχθεῖσ' ἰδιότης οια τῶν πυρῶν καὶ τοῖς παρ' ἡμῖν φαινομένοις κ κάεσθαι χρόνους ηπι ἂν εἴποις δυνάμεων π ολυχρονίους ἢ ὀλιγοχρονίους γινο μ έ νας καὶ διαλλαττούσας πάσας· ὥστε τὰς αὐτὰς οὐσία ς μήθ' ὁμ ο ίως ὑπὸ τῶν κατὰ μέρος κάεσθαι, καὶ πυρῶν τὰ μὲν εὐαπόσβεστ' εἶναι τὰ δ' οὔ· καὶ πρὸς σκληροῦ μεταβολὴν καὶ χροῶν παραλλαγὰς προσφέρεται τὰ πυρὰ κα