Ancient Greek · ~4 min
Column 29
Philodemus, P.Herc. 1065 29
Not analysed yet
μεν, ἀλλ' ἀπὸ τῶν πανταχόθεν βεβασανισμένων καὶ μητ' ἴχνος μήτ' αἴθυγμα πρὸς τοὐναντίον παραδιδόντων· καὶ τὸ μὴ διειληφέναι ὅτι τὸ ἧι τόδε τοιόνδ' ἐστίν, οἷον τὸ τὸν ἄνθρωπον ἧι ἄνθρωπός ἐστιν φθαρτὸν εἶναι, καὶ τὰ λεῖα καὶ περιφερῆ καθὸ λεῖά ἐστιν καὶ περιφερῆι ποιητικὰ ἡδονῆς, καὶ καθόλου πᾶν τὸ τοιοῦτο γένος οὐκ ἀνασκευῆι πάντως ἁλίσκετ', ἀλλὰ πολλὰ καὶ διὰ τῆς ὁμ οιότητος, ὥσπερ τὸ τὸν ἀποκεφαλισθέντα παρόσον ἀποκεκεφ άλισται, μηκέτι φυομένης, ἀποθανεῖν, καὶ τὸν κ σ ιστεπ τ α μουθη ω μεταβαίνει κ μ οὐχὶ ταύτας παρείχε τ' ἀλ λ' ἀπὸ τῶν ἀνωτάτω ἐπὶ τὰς κατωτάτωι καὶ πλεῖστον ὑποβεβηκυίας. ἐξηργάζετο δ ὲ διαλεγόμενος. καὶ πρῶτον μὲν ἔφη τοὺς χρωμένους ταῖς ἐπιχειρήσεσιν ἀγνοεῖν τρόπωι τινὶ περιτρεπομένους ἀσχημόνως. οὓς γὰρ συντιθέα σιν λόγους τὸν κατὰ τὴν ὁμοιότητα τρόπον ἀθετοῦντες, τούτους βεβαιωτὰς αὐτοῦ παριστάνουσιν. ὅταν γοῦν ἀπαντῶσίν ποθεν τῶι λόγου χάριν εἰ τὰ παρ' ἡμῖν ἐστι ζῶια φθαρτά, καὶ τὰ ἐν τοῖς ἀδήλοις, καὶ τοῦτο κατασκευάζοντες ἔνια φῶσι κατὰ τὸ γένος ὄνθ' ὅμοια διαφορὰν ἀλλήλων προσφέρεσθαι παρὰ τοὺς ἀέ