Ancient Greek · ~4 min
Column 30
Philodemus, P.Herc. 1065 30
Not analysed yet
ρας καὶ τὰς τροφὰς καὶ τὰς ἄλλας ὁσασδήποτ', ἀπὸ τῶν παρ' ἡμῖν φαινομένων ὁρμώμενοι καὶ περὶ ἐκείνων τὰ παραπλήσια καταξιοῦντες οὕτως προάγουσι· καὶ ὅταν, ὡς παρ' ἡμῖν ἐστίν τινα μοναχά, μηδὲν εἶναι λέγωσι θαυμαστὸν εἰ κἀν τοῖς ἀδήλοις ἐστίν τις φύσις τῶν οἷς ἐνεκυρήσαμεν διαλλάττουσα, τὴν μετάβασιν ἀπὸ τῶν ὁμοίων φαίνοντ αι ποιούμενοι, παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὥστε τὴν περικατωτροπ ὴν ἔχει συνακολουθοῦσαν. ἀλλὰ δὴ καὶ το ὺς κακ ῶς σημειουμένους περὶ τῶν ἀδήλων εὐθύνοντες οιον τερα ειν ον ασιν. ἐάν γ έ τις λέγηι πάντας ἀνθρώπους εἶναι λευκοὺς ἀπὸ τῶν παρ' ἡμῖν ὁρμώμενος ἢ τοὐναντίον ἀπὸ τῶν Αἰθιόπων, ἢ πανταχοῦ τοὺς ὀρθοὺς γνώμ ονας περὶ μεσημβρίαν ἐν ταῖς θεριναῖς τροπαῖς ἀνε λεῖν σκιάν, ἆρ' οὐ μάταιος ἔσται; τὸν γὰρ οὕτω σημειούμενον τῶι μὴ πάντα περιωδευκέναι καλῶς τὰ φαινόμενα διαπίπτειν ἐροῦμεν, ἦ μὴν καὶ δι' αὐτῶν εὐθύνεσθαι τῶν φαινομένων. ἀκυροῦντές γε μὴν τὸν κατὰ τὴν ὁμοιότητα τρόπον τῆς σημειώσεως ἀσημείωτα πάντα ποιοῦσι τἀφανῆ. σημειώσεως γὰρ ὀρθῆς οὐδεὶς παρὰ τοῦτόν ἐστιν ἕτερος