Ancient Greek · ~3 min
Column 4
Philodemus, P.Herc. 1065 4
Not analysed yet
τοί, καὶ τοὺς πανταχῆι θνητοὺς εἶναι, ματαίως ἀξιώσει. μὰ Δία γὰρ οὐδ' ὅτι οἱ παρ' ἡμῖν εἰσιν ὀλιγοχρόνιοι καὶ τοὺς Ἀκροθωίτας ἐροῦμεν ὀλιγοχρονίους εἶναι. δεικτέον τοίνυν καὶ τοὺς ἀνθρώπους ἧι καὶ καθό εἰσιν ἄνθρωποι θνητοὺς ὑπάρχειν, εἰ μέλλομεν ἀναγκαστικὸν τὸ προκείμενον συστῆσαι· δυνάμενοι δὲ κατ' ἀνασκευὴν τοῦτο δεικνύειν, τὸν κατὰ τὴν ὁμοιότητ α παρήσομεν τρόπον· εἰ δὲ κατ ὰ τὴν ὁμοιότητα τὴν τῶν σημείων ποιησόμεθα σύνθεσιν, πάλιν εἰς τὴν αὐτὴν ἐμπεσούμεθα κακίαν. ειμενκατ θησειτο τιν λα τιν α ειναυτ διὰ τῆς ἀνασκευῆς τοῦτο παρήσομεν τὸν κατὰ τὴν ὁμοιότητα τρόπον, εἰ δὲ διὰ τῆς ὁμοιότητος, εἰς τὴν αὐτὴν κακίαν ἐμπεσούμεθα, ὥστε καὶ καταλαμβάνεσθαι τὸ μὴ ἀναγκαστικὸν εἶναι τὸν κατὰ τὴν ὁμοιότητα τρόπον τῆς σημειώσεως· ὅλως τ' εἴπερ ἀναγκαστικὸς οὗτος ὁ τρόπος ἐστίν, τά γ' ἐν τοῖς ἀδήλοις ὅμοια ὑποτίθεται τοῖς παρ' ἡμῖν. ἔτι δὲ κατὰ τὴν ὁμοιότητα μεταβατέον·