Ancient Greek
Column 31
Philodemus, P.Herc. 1065 31
Not analysed yet
τρόπος. ἀλλ' εἰ καὶ τὰ προηγούμενα τῶν σημείων ὁτὲ μέν ἐστιν καὶ ἀνόμοια ποτὲ δὲ καὶ ἐναντία, τήν γε σύνθεσιν ἐξ ἀνάγκης ἀπολαμβάνει καθ' ὁμοιότητα πορευομένην, εἴπερ ἀποδεῖξαι μέλλει, καθάπερ ἐν τοῖς πρότερον λόγοις παρεστήσαμεν. οἱ δὲ φάσκοντες ἠρτῆσθαι τὸν κατ' ἀνασκευὴν τρόπον τῆς σημειώσεως ἐκ τοῦ καθ' ὁμοιότητα, κἂν ταὐτὸ τῆι δυνάμει λέγωσιν ἡμῖν, τῆι γε διδασκαλίαι καταλείποντες ὑποψίαν ὡς δύ' ὄντων σημειώσεως τρόπων ἐνπεπλεγμένων δ' ἀλλήλοις συγκαθηιρῆσθαι νη ι λ ὁμονοοῦσιν α ιμε με σ δὲ τοῦτο μ ὴ α ι ο υ μόνωι προσχρᾶσθαι τῶι καθ' ὁμοιότητα τρόπωι καὶ παντελῶς διαπίπτειν. οἱ δ' οὖν ἀντιδοξάζοντες ἡμῖν καὶ κατὰ τὸν τρόπον ἀσημείωτα ποιοῦσιν αὑτοῖς τἀφανῆ. συναρεσκόμενοι γοῦν τῶι πάντας ἀνθρώπους εἶναι τρώσεως καὶ νόσου καὶ γήρως καὶ θανάτου δεκτικούς, καὶ μήτε Κενταύρους εἶναι μήτε Πᾶνας μήτ' ἄλλο τι τῶν τοιούτων, οὐκ ἄλλωι τρόπωι βεβαιώσουσιν ἢ τῶι διὰ τῆς ὁμοιότητος, ὥστ' ,εἰ μὴ κύριός ἐστιν, οὐ πεισθήσονται περὶ αὐτῶν. ἔτι τοιγαροῦν παραπέμπουσιν ὡς οὐ πάντα καθ' ὁμοιότητα σημειοῦσθαι λέγομεν