Ancient Greek · ~4 min
Column 32
Philodemus, P.Herc. 1065 32
Not analysed yet
λαμβανομένου σημείου τοῦ προηγητικοῦ, τινὰ δὲ μόνον. ἐρωτῶσι γοῦν ἐπὶ τῶν κατ' ἀνασκευήν, ποῖον ὅμοιον ἔχομεν, ὥσπερ ἐπὶ τῶν ὁμοίων οὐκ ἐρωτηθησόμενοι, πῶς ἀνασκευάζεται, μᾶλλον δὲ καὶ ἐπὶ τῶν ἐναντίων. ἔτι δ' ὡς ἕνα μόνον τρόπον τῆς σημειώσεως, τὸν καθ' ὁμοιότητα, λέγομεν, οὐ τρεῖς, καθὸ δὲ τρία γένη σημείων λέγομεν, οὐ τὴν ὁμοιότητα μόνον αὐτῶν ἐκκρίνομεν· πρὸς δὲ τούτοις ὡς οὐ τὰ μ όνοις ἡμῖν φαινόμενα ἢ πειρασθέντα σημεῖα καταλέγομεν, τῶν δὲ καὶ τοῖς ἄλλοις ἐκ τῆς πείρας εἰλημμένων οὐ δ έ ν· ἆρ' οὐχὶ καὶ τῶι Κρήτην νῆσον εἶναι καὶ Σι κελίαν ἀπιστοῦσιν οἱ μὴ παραγενηθέντες; καὶ διότι σὺν τούτωι φαμὲν ὑγιῆ τὸν καθ' ὁμοιότητα τρόπον εἶναι τῆς σημειώσεως, σὺν τῶι μηδὲ ἓν μάχεσθαι τῶν ἄλλων φαινομένων μηδὲ τῶν ἐκ τούτων π ροαποδεδειγμένων. ἔνια δ' ἀνόμοι α τοῖς παρ' ἡμῖν θεωρουμένοις ἀντιπίπτοντα προφερόμενοι παρεστήκασιν, ὡς τὸν ὅλον τρόπον ἐλέγχοντες. παραπαίουσιν δὲ καὶ καθόσον αὐθεκάστως ἀληθὲς εἶναί φασι τὸ καλούμενον συνημμένον ὅταν τῶι δευτέρωι συνανασκευάζηται τὸ πρῶτον, καὶ ἴδιον σημεῖον ὅταν αἰρομένου τοῦ ἀδήλου συνανασκευάζηται τὸ