Ancient Greek · ~4 min
Column 33
Philodemus, P.Herc. 1065 33
Not analysed yet
φαινόμενον, καὶ κρίσεως ἀρίστης οὔσης συνημμένου καὶ ἰδίου σημείου καθεστῶτος ὅταν μὴ δυνώμεθα διανοηθῆναι τὸ μὲν πρῶτον ὑπάρχον τὸ δὲ δεύτερον μὴ ὑπάρχον καὶ ἀντιστρόφως, καὶ οὐδ' αὐτῶν ἄλλωι τινὶ κατακλειόντων τὰ δι' ἀνασκευῆς ἁλισκόμενα. ἀγνοοῦσιν δὲ καὶ διότι πᾶς ὁ καλῶς σημειούμενος τὸ παντοδαπὸν ποίκιλμα τῶν φαινομένων κατοπτεύσας ὥστε μηδὲν ἀντιπίπτειν, οὕτως τὸ συνακολο υθοῦν τοῖς ἐναργέσιν ἄδηλον ἀξιοῖ. ἀδύνατον οὖν νομίζων τάς τε φύσεις τῶν ὄντων καὶ τὴν ἐξ ἀλλήλων γένεσιν διαφωνεῖν ἄλλοις ἐναργήμασιν, τὸν κόσμον, ὡς ἐγένετο, παρίστησιν· καὶ καθόσον οὐ πεπολυπραγμονήκασιν τὸν ὀρθὸν τρόπον τῆς καθ' ὁμοιότητα μεταβάσεως· ὅταν γὰρ λέγωμεν, ἐπεὶ τὰ παρ' ἡμῖν τοιαῦτα, καὶ τἀν τοῖς ἀδήλοις τοιαῦτ' εἶναι, καθὸ τοιαῦτ' ἐστὶν τὰ παρ' ἡμῖν, οὕτως αὐτοῖς συνηρτῆσθαι δοξάζομέν τι τῶν ἀδήλων, οἷον ἐπεὶ οἱ παρ' ἡμῖν ἄνθρωποι καθὸ ἄνθρωποι θνητοί εἰσιν καὶ εἴ πού εἰσιν ἄνθρωποι θνητοὺς εἶναι. τέτταρα δὲ τῆς ἧι καὶ καθὸ καὶ παρὸ φωνῆς σημαινούσης, τὸ μ ὲν ὅτι τόδε τῶιδε ἐξ ἀνάγκης συνέπεται καὶ ἴσον τῶι σὺν τούτωι τόδε εἶναι, σὺν