Ancient Greek · ~4 min
Column 34
Philodemus, P.Herc. 1065 34
Not analysed yet
τῶι τοῦτ' ἐξ ἀνάγκης αὐτῶι παρακολουθεῖν, καθ' ἣν σημασίαν τοὺς ἀνθρώπους λέγομεν ἧι εἰσιν ἄνθρωποι σαρκίνους εἶναι καὶ νόσου καὶ γήρως δεκτικούς· καὶ τὸ λόγον ἴδιον εἶναι τόνδε τοῦδε καὶ ταύτην πρόληψιν, ὥ σπερ ὅταν εἴπωμεν τὸ σῶμα καθὸ σῶμα ὄγκον ἔχειν καὶ ἀντιτυπίαν, καὶ τὸν ἄνθρωπον ἧι ἄνθρωπος ζῶιον λογικόν· καὶ τὸ συμβεβηκέναι τόδε τῶιδε, καθ' ὃν τρόπον ἀξιοῦμεν τὸν ἄνθρωπον καθὸ ἄνθρωπός ἐστιν, ἀποθνήσκειν οτ συμβεβηκέναι ινδ η ιοτητ τὸ τοιοῦτο αιτου επ ἀφρονεῖ κακοδαιμονεῖν μάλιστα, καὶ τὸ μαχαίριον τέμνειν καθὸ ἠκόνηται, καὶ τὰς ἀτόμους καθὸ πλήρει ς εἰσὶν ἀφθάρτους εἶναι, καὶ τὸ σῶμα καθὸ βάρος ἔχει κάτω φέρεσθαι. παρακολουθεῖ μὲν οὖν τούτοις καὶ τὸ ἐξ ἀνάγκης, ἡ δ' ὀνομασία κατ' ἴδια τάττεται. σημειούμεθα δὲ καθ' ἕκαστον ἐξ ὧν ὁ λόγος αἱρεῖ. τοῖς δ' ἐπιλαμβανομένοις τῆς καθ' ὁμοιότητα σημειώσεως ἥ τε παραλλαγὴ τῶν εἰρημένων ἀνεπισήμαντός ἐστι καὶ πῶς τὸ καθὸ λαμβάνομεν, οἷον λόγου χάριν ὡς ὁ ἄνθρωπος καθὸ ἄνθρωπος θνητός ἐστι· διὸ καί φασιν ἂν