Ancient Greek · ~4 min
Column 35
Philodemus, P.Herc. 1065 35
Not analysed yet
μὲν παριῆται τὸ καθό, τὸν λόγον ἀπρόβατον ὑπάρξειν, ἂν δὲ παραλαμβάνηται, τῶι κατ' ἀνασκευὴν χρήσασθαι τρόπωι. τὸ γὰρ τόδε συνηρτῆσθαι τῶιδ' ἐξ ἀνάγκης λαμβάνομεν ἐξ αὐτο ῦ τοῦ πᾶσιν οἷς περιεπέσομεν τεθεωρῆσθαι τοῦτο παρακολουθοῦν, καὶ ταῦτα ποικίλοις ἐκ ταὐτοῦ γένους ἐντετυχηκότων ζώιοις καὶ παραλλαγὰς κατὰ τἆλλα πρὸς ἄλληλ' ἔχουσι, τῶν δὲ τοιο ύτων κοινοτήτων πᾶσι μ ετέχουσι. τὸν οὖν φαμεν καὶ ἄνθρωπον καθὸ κ α ὶ ἧι ἄνθρωπός ἐστι θνητὸν εἶναι, τῶι περιωδ ωκέναι πολλοὺς καὶ ποικίλους ἀνθρώπους παραλλαγὴν κατὰ τοῦτο τὸ σύμπτωμα μηδεμίαν ἐφευ ρεῖ ν, εἰς τοὐναντίον τε μηδὲν ἡμᾶς ἐπισπώμενον, ὥστε κατὰ τὸν τρόπον τοῦτον εἰλῆφθαι καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων ἐφ' ὧν τάττομεν τὸ καθὸ καὶ τὸ ἧι, τὴν ἰδιότητα ἐνδεικνυμένου τοῦ μὴ ἄλλως ἢ σὺν τούτωι καὶ ἐξ ἀνάγκης παρακολουθεῖν τοῦτο τούτωι, καὶ οὐκ ἐπὶ τῶν δι' ἀνασκευαζομένου σημείου μόνον λαμβανομένων. καὶ ἐπὶ τούτων δὲ τὸ πᾶσιν περιπεσεῖν τοῦτ' ἔχουσιν παρακολουθοῦν ἐργάζεται τὴν διαβεβαίωσιν. ἐκ γὰρ τοῦ τὰ παρ' ἡμῖν κινούμενα η πάντα διαφορὰς μὲν ἄλλας ἔχειν