Ancient Greek · ~4 min
Column 36
Philodemus, P.Herc. 1065 36
Not analysed yet
κοινὸν δὲ τὸ διὰ κενωμάτων, πάντως τὸ κἀν τοῖς ἀδήλοις, καὶ ἵνα πυρὸς μὴ ὄντος ἢ γεγονότος ὁ καπνὸς ἀνασκευασθῆι τῶι πάντως καὶ ἐπὶ πάντων καπνὸν ἐκ πυρὸς ἐκκρινόμενον τεθεωρῆσθαι διατεινόμεθα. διαπίπτουσιν δὲ καὶ καθόσον οὐ συνβλέπουσιν τὸ λαμβάνειν ἡμᾶς ὅτι οὐδὲν ἀντιπίπτει διὰ τ ῶν φαινομένων. οὐ γὰρ ἱκανὸν εἰς τὸ προσδέξασθαι τὰς ἐπ' ἐλάχιστον παρενκλίσεις τῶν ἀτόμων διὰ τὸ τυχηρὸν καὶ τὸ παρ' ἡμᾶς, ἀλλὰ δεῖ προσεπιδεῖξαι καὶ τὸ μηδ' ἄλλο ἓ ν τούτωι μάχεσθαι τῶν ἐναρ γ ῶν. καὶ τὴν παραλλαγὴν δὲ οὐ δεῖ ἀγνοεῖν τῶν λ προηγουμένων σημείων τῶν τ ε γενικῶν καὶ τῶ ν ἐπ' εἴδου ς πολλὴν καὶ ποικίλην οὖσαν· οὐ γὰρ ἄν ποτε μόνοις ἠξίουν χρῆσθαι τοῖς ἀνασκευαζομένοις ἐὰν μὴ τἀφανὲς ὑπάρχηι. πλανῶνται δὲ καὶ ταῖς ὁμωνυμίαις· λεγομένου γὰρ σημείου καὶ τοῦ φαινομένου περὶ ὃ συνίσταθ' ἡ σημείωσις, ὡς τῆς κινήσεως καὶ τοῦ πλήρους, καὶ τῆς σημειώσεως καθ' ἣν συλλογιζόμεθα διότι τῶιδε τῶι φανερῶι τόδε τἀφανὲς ἀκολουθεῖ, προσπίπτοντες τῆι διαφορᾶι τῶν προηγουμένων ἐναργημάτων πρὸς τὰ μὴ δῆλα, περὶ ὧν οἱ συλλογισμοὶ φέρονται, τὸν κατὰ τὴν ὁμοιότητα τρόπον τῆς σημειώσεως ἀθετοῦσιν, ἑκάτερα φύ