Ancient Greek · ~5 min
Column 5
Philodemus, P.Herc. 1065 5
Not analysed yet
ἐπεὶ πάντα τὰ παρ' ἡμῖν σώματα χρόαν ἔχει, σώματα δ' εἰσὶ καὶ αἱ ἄτομοι, κἀκεῖναι χρόαν ἔχουσιν· ἐπεὶ πάντα τὰ παρ' ἡμῖν σώματα φθαρτὰ ετ ἐστίν, σώματα δ' εἰσὶ καὶ αἱ ἄτομοι, φθαρτὰς εἶναι ῥητέον α καὶ τὰς ἀτόμους. ἀπὸ ποίας θ' ὁμοιότητος ἐπὶ ποίαν δεῖ μεταβαίνειν, ἀπ' ἀνθρώπων ἐπ' ἀνθρώπους λόγου χάριν, καὶ τί μᾶλλον ἀπὸ τούτων ἐπὶ τούτους ἢ ἀπὸ ζώιων ἐπὶ ζῶια; ἀλλ' ἀπὸ ζώιων ἐπὶ ζῶια; καὶ τί μᾶλλον ἢ ἀπὸ σωμάτων ἐπὶ σώματα; ἀλλ' αὖ ἀπὸ σωμάτων ἐπὶ σώματα; καὶ τω επι σ ι α θ πις ερειπ αεπ μ ν ησο το ο νουτων αλ ν ν ἔτι δ' ἀ τοπώτερον αλλ ἀ πὸ τῶν ἐνγυτάτων ἐπὶ τὰ ἀνώτατα ὁμογενῆ μεταβησόμ εθ' ἢ ἀπὸ τῶν κ αὶ τοῖς σώμασιν καὶ ψυχαῖς μάλισθ' ὡμο ιωμένων ἀν θρώπων ἐπὶ τοὺς ὁμογενεῖς. οὐκ ἄρα χρησόμεθα τῶι κο ἐπειδὴ οἱ παρ' ἡμῖν ἄνθρωποι θνητοί, καὶ οἱ ἐν Λιβύηι θνητοὶ ἂν εἴησαν, οὐ δ' ἔτι μᾶλλον τῶι ἐπεὶ τὰ παρ' ἡμῖν ζῶια θνητά ἐστιν, καὶ εἴ τινα ἐν τῆι Πρεταννικῆι ζῶιά ἐστιν, θνητὰ ἂν εἴη. ἐκεῖ δὲ καὶ τούτοις χρῆσθαι κατὰ τὰς ὁμοιότητας ἐφίλ η