Ancient Greek · ~4 min
Column 6
Philodemus, P.Herc. 1065 6
Not analysed yet
σαν· πότερον τὸ ἀπαράλλακτον εἰς τὴν σημείωσιν παραληψόμεθα ἢ τὸ ὅμοιον ἢ τὸ πόσην ἔχον προσεμφέρειαν; τὸ μὲν οὖν ἀπαράλλακτον λέγ ειν γελοῖον· τί γὰρ μᾶλλον ἔσται τὸ φανερὸν τἀφανοῦς σημεῖον ἢ ἀντιστρ όφως; οὐκ ἔσται τε ἔτι τὸ μὲν φανερὸν τὸ δὲ ἄδηλον, ἀπαραλλαξίας ὑπαρχούσης. εἰ δὲ τὸ ὅμοιον, πόθεν ἕξομεν εἰπεῖν ὡς οὐχὶ καθ' ἣν ἔχει διαφορὰν καὶ παραλλάττει τοῦ φαινομένου ἀφ' οὗ ποιούμεθα τὴν σημείωσιν; οὐδὲν μᾶλλον εκ η ι ς τοιοῦτόν ἐστι κ ιοτηεκ σρσκ πρὸς ὁτιοῦν ἄδηλον μεταβήσομεν. ἐὰν δὲ τῆι προσεμφερείαι μόνηι χρώμενοι μεταβαίνωμεν σφαλλόμεθ' ἐπειδήπερ ἢ κατ' οὐσίαν ἐνδέχετ' ἢ κατὰ συμβεβηκὸς τὸ ὅμοιον ὑπάρχειν. εἰ μὲν οὖν κατὰ πάντα ληψόμεθ', οὐκ ἔσται τὸ μὲν ἄδηλον τὸ δὲ φανερόν, εἰ δὲ κατά τινα τοὔμπαλιν, πεισθέντες ποιότητι παραπ α ιούσηι σημειωσόμεθα περὶ τῆς οὐσίας κἀπὸ ταύτης περὶ τῶν ἀδ ήλων. ἐπεί τε τὸ ἧι τόδε τοιοῦτ' ἐστὶν ἐ π ελήφθη οὐ προσηκόντως, ἀπρόβατος ὁ λόγος ἡμῖν. τοῦτο γὰρ διὰ λόγου κατασκευ ασθήσεται καὶ διὰ σημειώσε ως· καθ' ὁμοιότητα μὲν οὖν προάγ ο ντες εἰς ἄπειρον ἐκβησόμεθα πάντως, τοῦτο