Ancient Greek · ~4 min
Column 7
Philodemus, P.Herc. 1065 7
Not analysed yet
τὸ εἰ ἧι τόδε τόδε ἄδηλον ἔχοντες, ὥστ' ἀτελῆ τὴν σημε ίωσιν εἶναι. διὰ δὲ τῆς ἀνασκευῆς προάγοντες, ὅτι μόνη τὸ βέβαιον ἔχει, κυρώσομεν. πειρᾶταί τε Διονύσιος πρὸς ἃς φέρουσιν ἀντιρρήσεις οἱ παρ' ἡμῶν φιλοτεχνεῖν· φασκό ντων γὰρ ὅτι καὶ διὰ τοῦ κατ' ἀ νασκευὴν τρόπου πάντως ὁ καθ' ὁμοιότητα διήκει καὶ βεβαιοῦταί γε ἐκεῖνος διὰ τούτου, πλανᾶσθαί φησιν αὐτοὺς ὑπὸ φωνῆς κοινό τητ ο ς, ἐπ ειδήπερ ὁμοιότητ λε τούτου κ νες αν αι ε ς νους σπ ηιχρω ιαι με αγμι ι τῆς ὁμοιω ημεν καθα τησα ς ς βολη δεκατετ ο πᾶσαν τὴν ἐνάργειαν, καὶ τὴν κατὰ τύχη ν, ἀναγκαίαν εἶναι νο ε καὶ τὴν ὁπωσδήποτε καλουμένην ὁμοιότητα χρησίμην ὑπολαμβάνοντας. ἔτι δὲ λεγόντων ὡς καὶ τὰ τερατώδη πρός τιν' ὅμοια, κατ' αὐτοὺς εἰ μὴ τὰ παρ' ἡμῖν ὅμοια τούτοις, οὐχ ὑπάρχειν ἀποκόψομεν, τῶι τε κατ' ἀνασκευὴν ἀποκόψειν φησίν. οὐ μὴν ἀλλ' ἐπαρκέσει ἡμῖν τό τε πεπεῖσθαι περὶ τούτων καὶ περὶ τῶν ἐκ τῆς πείρας κατὰ τὴν εὐλογίαν, ὃν τρόπον ὅτι γενησόμεθα πλέοντες θέρους ἐν ασφαλεῖ ω τη ρου ἔχοντες. κε