Ancient Greek · ~5 min
Column 8
Philodemus, P.Herc. 1065 8
Not analysed yet
νόν τέ φησιν εἶναι τὸ προστιθέμενον, ὅταν μηδὲν ἀντιπίπτηι, τότε δεῖν χρᾶσθαι τῶι κατὰ τὴν ὁμοιότητα τρόπωι. π όθεν γὰρ ἔσται λαβεῖν ὡς οὐθὲν οὔτε τῶν φαινομένων οὔτε τῶν προαποδεδειγμένων; εἰ γὰρ σημειωσόμεθα, δῆλον ὡς ἢ διὰ τῆς ὁμο ι ό τη τ ο ς ἢ διὰ τῆς ἀνασκευῆς· καὶ εἰ μὲν διὰ τῆς ὁμοιότητο ς, πάλιν ἐπιζητηθήσεται, πόθεν θαρ ρήσομεν ὡς οὐδὲ ταύτηι μάχετ α ί τι τῶν ε ἰρημένων· εἰ δὲ διὰ τῆς ἀνασκευῆς, οὐ δεῖ τοῦτον ἀπονεύειν ὑμᾶς τὸν τρόπον. εἴ τις θη δη κα τοισυ λογω αιοι καὶ τὸ δόγμα ἀληθεύεσθαι νομίζομεν, κἂν μόνον ὡς ἐπὶ πολύ γ' ἐνεύρωμεν τὴν ὁμ οιότητα. συνεχῶς δ' ἔστιν εἰπεῖν ὑπὲρ τοῦ δόγματος· ἐπεὶ ὁ κατὰ τὴν ὁμοιότητα τρόπος ἀναγκαστικὸς οὐκ ἔστιν, οὐδ' ὁ κατὰ τὴν ἀνασκευὴν προσοίσεται τὴν ἀνάγκην. τὸ γὰρ ὅτι εἰ ἔστι κίνησις ἔστι κενόν, οὐκ ἄλλω ς καταλαμ βάνομεν ἢ τῶι διὰ τῆς ὁμοιότητος τρόπωι κατασκευάζοντες τὸ μὴ δυνατὸν εἶναι χωρὶς κενοῦ κίνησιν συντελε ῖσθαι. τὰ γοῦν παρακολουθοῦντα πάντα τοῖς παρ' ἡμῖν κινουμέν οις, ὧν χωρὶς οὐδὲν ὁρῶμεν κινούμενον, ἐπιλογισάμενοι, τούτωι πάνθ' ὅσα κινεῖται κατὰ πᾶν πρὸς τὴν ὁμοιότητ' ἀξιοῦμεν κινεῖσθαι, καὶ