Ancient Greek · ~2 min
Column 5
Philodemus, P.Herc. 1251 5
Not analysed yet
μ φοβο εξα θαυ λω μου λεν σαρσιν· μετὰ δ ὲ ταῦτα καὶ τὰς τῶν ἐπιθυμ ιῶ ν περί τε τὰς ἡδονὰς καὶ τὰ ποιητικὰ διαφορὰς ἀναλογιστέον· ἐπειδὴ καὶ παρὰ τὴν ἀδιαληψίαν δι' αὐτῶν μεγάλα γίνεται διαπτώματα κατὰ τὰς αἱρέσεις καὶ φυγάς. ἕνεκα γὰρ τῶν ξενοτάτων ὡς ἀναγκαιοτάτων τὰ χαλεπώτατ' ἀναδέχονται κακά, δυναστείας λέγω καὶ λαμπρᾶς δόξης καὶ περιουσίας ὑπεραγούσης καὶ τ ρυφῶν τοιούτων καὶ τῶν ὁ μοίων· καὶ πά λιν τῶν ἀναγκαιοτάτων ὀρέξεων ὡς ξ ενοτάτων ἀμελοῦσιν