Ancient Greek · ~5 min
Column 11
Philodemus, P.Herc. 1424 11
Not analysed yet
διακόσμησις ὑπὸ τὸν οἰκο νομικόν, ἣν ἀντιδιαιρεῖν ἠξίου τοῖς ἀναγκαιοτάτοις. Φιλοχρημάτου δὲ τὸ παραινεῖν τῶν ὑπαρχόντων πλείω τὰ κάρπιμ α τῶν ἀκάρπων, εἴ γε τὰ προσοδικὰ καὶ ἀπρόσοδα ταῦτ' ἔλεγεν· εἰ γὰρ τὰ χρήσιμα καὶ ἄχρηστα, κοινῶς πάντ' ἔδει χρήσιμα κελεύειν καὶ μηδὲν ἄχρηστον. Τὸ μέντοι τὰς ἐργασίας οὕτω νενεμῆσθαι προσήκειν, ὅπως μὴ ἅμα κινδυνεύηι πᾶσιν, ἰδιώτηι μ ὲν παραινούμενον λόγον ἔχει, φιλόσοφος δ' οὔτ' ἐργάζεται, κυρίως εἰπεῖν, οὐ /τ’, ἂν ἐργάσηταί ποτε, πᾶσι φ αίνεται κινδυνεύειν, ὥστε παρα κελεύσεως τοῦ μὴ ποεῖν δεῖσθ αι· τῆς δὲ φυλακῆς, ἥν γε Ἀττικήν φησιν εἶναι, πωλοῦντας ὠνεῖσθαι, δυσχερής, τάχα δὲ καὶ ἀλυσιτελής· καὶ τῆς Περσικῆς τὸ πάντ' αὐτὸν ἐφορᾶν· γνωστὸν δὲ πᾶσιν τὸ δεῖν ἐπιβλέπειν ἀεὶ μὲν ἐ ν οἰκονομίαι μικρᾶι, πολλά κις δ' ἐν ἐπιτροπευομένηι ταλαίπωρον δὲ καὶ ἀνοίκειον φιλοσόφου τὸ πρότ ερ ον τῶν οἰκετῶν ἐγείρεσθ αι καὶ καθεύδειν ὕστερο ν· φανερὸν δὲ καὶ τοῖς τυχοῦσιν τὸ μηδέποθ' ὅλην οἰκίαν ἀφ ύλα κτον εἶναι, πάνυ δ' ἐ πίπονον τὸ διανίστασθαι νύκτωρ εἰωθέναι· ζητῶ δ' εἰ καὶ πρὸς ὑγίειαν καὶ φιλοσοφίαν ἐν ταῖς μικραῖς συμφέρει νυξίν. Εἰ δὲ καὶ περὶ τοῦ φρουροῦ τὸν φιλόσοφον δεῖ παραγγέλλειν προστιθ έντα τὸ σωτηρίας ἕνεκα τῶ ν εἰσφερομένων καὶ ἐκφερομένων καὶ τὸ τοῦτον ἄχρηστον εἶναι τῶν ἄλλω ν