Ancient Greek · ~5 min
Column 12
Philodemus, P.Herc. 1424 12
Not analysed yet
ἔργων, καὶ τοῦτο θεματίζωμεν. Τὰ μὲν οὖν πρὸς τούτους ἱκανῶς ἐπισεσήμανται, τὰ δ' ἡμῖν ἀρέσκοντα συντόμως ὑπο γρα πτέον. Διαλεξόμεθα τοίνυν οὐχ ὡς ἐν οἴκωι καλῶς ἔστιν βιοῦν, ἀλλ' ὡς ἵστασθαι δεῖ περὶ χρημάτων κτήσεώς τε καὶ φυλακῆς, περὶ ἃ τὴν οἰκονομίαν καὶ τὸν οἰκονομικὸν ἰδίως νοεῖσθαι συμβέβηκεν, οὐδὲν διαφερόμενοι πρὸς τοὺς ἕτερα τοῖς ὀνόμασιν ὑποτάττειν προαιρουμένους, καὶ περὶ τῆς φιλοσόφωι δεούσης κτήσεως, οὐ τῆς ὁτωιδή ποτε. Φιλοσόφωι δ' ἐστὶ πλούτου μέ τρον, ὃ παρεδώκαμεν ἀκολ ο ύ θως τοῖς καθηγεμόσιν ἐν τοῖς Περὶ πλούτου λόγοις, ὥστε τὴν οἰκον ομικὴ ν τῆς τε τούτου κτήσεως καὶ τῆς τούτου φυλακῆς ἀποδίδοσθαι. Κεῖται τοίνυν ἐν τῶι Περ ὶ πλού το υ *μ ητροδώρου τοιαῦτα πρὸς τὸν τόπον ἐν τῶι λόγωι τῶι πρὸς τοὺς ἐροῦντας ἴσως ὅτι πολ ὺ κουφοτάτην καὶ ῥάι σ τη ν οἱ Κυνικοὶ διαγωγὴν ἥιρηνται πᾶν αὑτῶν περιειρηκό τες εἰς τὸ δυνατόν, ὃ μή γ' εὐ τελῆ παρέχει βίον εἰρη ναίως τε καὶ μάλιστ' ἀθορύβ ω ς καὶ μετὰ τῆς ἐλαχίστης φρο ντίδος καὶ πραγματεί α ς διανυόμενον· ὅπε ρ ἔχει ν τὸν αὐτὸ μόνον τὸ καθ' ἡμέραν π οριζόμενον τοῦτο γὰρ εἶναι καὶ πρὸς φιλόσοφον, τὸ δὲ πλέον τούτου πᾶν ἤδη κενόν· γέγραφεν οὖν, ὡς τοῦτο μὲν ἀρέσκει λέγειν, ὅτι βίος οὗτος ἄριστος, ὧι ἡ πλείστη συνπαρέ