Ancient Greek · ~5 min
Column 13
Philodemus, P.Herc. 1424 13
Not analysed yet
πεθ' ἡσυχία καὶ εἰρήνη καὶ ἐλαχίστη παρενοχλοῦσα φροντίς· οὐ μὴν οὕτω γε φαίνεται τοῦτο γίνεσθαι τὸ τέλος, ἂν πάντα φύγωμεν, ὧν ὑπαρχόν των κἂν πράγματά ποτε σχώημεν κἂν ἀγωνιάσαιμεν. Πολλὰ γὰρ τῶν πραγμάτων ἐνποεῖ μέν τινας λύπας ὑπάρχοντα, πλείω δ' ὀχλεῖ μὴ παρόντα. Τὸ δ' οὖν ὑγιαίνειν τῶι σώματι φροντίδα μὲν ἔχει τινὰ καὶ πόνον, ἀπλάτωι μέντοι μᾶλλον, ὅταν ἀ πῆι, χειμάζειν. Παραπλησίως δὲ καὶ ὁ βέβαιος φίλο ς ἐνποιῶν τινας ὑπάρχων που λύπας πλείω μὴ ὑπάρχων ἐνοχλεῖ. Τοιοῦτος γὰ ρ δῆλον ὡς ὁ σπουδαῖος, οἷος πολλὰ τῶι συμφέροντι καὶ ἀσυμφόρωι διορίζων ἑλέσθαι μᾶλλο ν ἑτέρων ἕτερα, καὶ μ ὴ τοῦ το ποιῶν οὐ δεξι ῶ ς, οὐχ ὅτι καλῶς ζῆν δύνασθαι, καὶ π ροσδεῖσθαί τε πολλῶν, ἃ μὴ κεκτημένος βιώσεται ἐμπαθεστέρως, καὶ στερ όμενος ἐνίων ὀχλεῖσθαι. Πάντα μὲ ν οὖν οὐ φευκτέον, ὧν ὑπαρχόντων καὶ πράγματα ἔχειν ἔστιν καὶ φροντίδας καὶ ἀγωνίας οἱασδήποτε, ὡς προείπαμεν· τινὰ δὲ δεκ τέον, ὧν καὶ τὸν πλοῦτον, τὸ βάρος ἔχοντα μεῖον ὅταν π αρῆι, μᾶλλον πρὸς ὅλον βίον ἀλλὰ μὴ πρός τινα καιρόν· τὸ δ' αὐτῶι χρῆσθαι κανόνι τῶι πόνους ἔχειν οὐκ ἀσφαλές· καὶ γὰρ τῶι ποριζομένωι τὸ καθ' ἡμέραν εἰσὶ πόνοι, καί ποτε ὀχλήσεις τινὰς ὁ δαψιλε ύων ἔχει· παραπλησίως δὲ καὶ τῶι τὰ βραχέα κεκτη μένωι δίκα ιον μηδὲ