Ancient Greek · ~5 min
Column 14
Philodemus, P.Herc. 1424 14
Not analysed yet
ταῦτ' ἀποδοκιμάσαι διὰ τὴν τοιαύτην συντυχίαν, τὸ δ' ὡς ἐπὶ τὸ πολὺ συνεργοῦν πρὸς τὴν ἀκροτάτην διαγωγὴν τοῦτο σκεπτέον. Οὐ φαίνεται δ' ὁ πλοῦτος ἐπιφέρειν ἀλυσιτελεῖς δυσχερείας παρ' αὑτὸν ἀλλὰ παρὰ τὴν τῶν χρωμένων κακίαν. Ἡ γὰρ ἐπιμέλεια καὶ τήρησις, ὅση πρέπει τῶι κατὰ τρόπον αὐτοῦ προεστῶτι, παρέχει μέν τιν' ἐνίοτ' ὄχλησιν, οὐ μὴν πλείω γε τοῦ κατὰ τὸν ἐφήμερον πορισμόν, ἂν δὲ καὶ πλείω, τῶν ἄλ λων ὧν ἀπαλλάττει δυσχερῶν οὐ πλείον’, ἂν μὴ δείξηι τις ὡς οὐκ ἀποδίδωσιν ὁ φυσικὸς πλοῦτος πολλῶι μείζους τὰς ἐπικαρπίας ἢ τοὺς πόνους τῆς ἀπ' ὀλίγων ζωῆς, ὃ πολλοῦ δεήσει παριστάνειν. Τῶι γὰρ μὴ λυπε ῖ σ θ α ι τ ῶι παραπολλυμένωι μηδὲ διὰ τὴν ἄκρατον σπουδὴν περὶ τὸ πλέον καὶ τοὔλαττον ὑφ' αὑτοῦ ζητρίοις τισὶν ἐ γκεῖσθαι, τούτωι γ’ ὀ ρ θ ῶς οἰκονομεῖσθαι νομίζω τὸν πλοῦτ ον· ὁ γὰρ κατὰ τὴν κτῆσιν πόνος κἀν τῶι προσφορὰν ἕλκειν ἑαυτῶι γίνε τ αι κἀν τῶι περὶ τῶν ἐλαττωμάτων ἀγωνιᾶν ὡς εὐθέως εἰς ἀλγηδόνα καταστησόν των ἢ παροῦσαν ἢ προσδοκωμένην. Ἂν δέ τις περιέληι ἑαυτοῦ τὰς τοιαύτας δ υσχερείας καὶ μὴ σωρεύειν ἐπιβάληται καὶ ποεῖν τὴν οὐσίαν ὅτι μεγίστην, μηδ' ἣν ὁ πλοῦ τος ἐξουσίαν παρέχει ταύτην παρασκευάζηται τῶι δ υ σ χερ ῶς αὐτὸς τὰ χρήματα φυλάττειν ἢ συνάγειν λιπαρῶς, ἀπα ράλλα