Ancient Greek
Column 15
Philodemus, P.Herc. 1424 15
Not analysed yet
κτος γίνοιτ' ἂν διὰ ταῦτα ἑτοιμότης τῆς κτήσεως τῆι καὶ δἰ αὐτοῦ κοινωνούσηι· διοικεῖν γὰρ οὕτω ταῦτα τῶι κεκτῆσθαι καὶ κτᾶσθαι τὸν σοφὸν φίλους ἀκόλουθον· προσέτι δὲ μὴ διακέηται τὸν τρόπον τοῦτον, ὡς ἐὰν ἀναλωθῆι ταῦτ’, ἄλλων οὐχ εὑρεθησομένων, πολλή τις γίνεται ῥαιστώνη περὶ τὴν οἰκονομίαν, ἄλλως τε καὶ τοῖς δεδιόσι κοινώνημα λόγων δεόμενον πολλῶν ἀγώνων· ἂν δέ που καὶ περιπέσωσι τοιούτωι δυνάμενοι μηδὲ ἕν α φιλονεικεῖν πλὴν θορύβ ου κερδαίνοντας, ἐλαττοῦται τὰ λυσιτελῆ πρὸς τὸ τέλος, οὗ χάριν καὶ πλεονεκτεῖν βουλόμενοι· λέγειν γὰρ ἔξεστι ν ὡς ὁ τοιοῦτος ἔχ ει ῥᾶιον κτῆσιν ἐφήμερον οὕτως ἀνειμένος ὢν περὶ τὰ ῥηθέντα τοῦ μηδὲν ἐφόδιον ἔχοντο ς· οὐ γὰρ ἧττον ὁρῶμεν τὰς τῶν τοιούτων οὐσίας σωιζομένας ἢ τὰς τῶν ἐντόνων, εἰ δὲ μή γ’, οὐχ οὕτω τα χέως φθειρομένας οὐδ' ἴσ ως ἀκροσφ α λ εῖς οὔσας. Ἐνδεθήσεται μ ὲν οὖν οὐδέποθ' οὕτως ὑπὸ πλούτου σοφὸς ἀνήρ, ὥσθ' ἕνεκα τοῦ διασώιζειν αὐτὸν μεγάλους ὑπομένειν πό ν ους καὶ πρὸς οὐδὲν πλῆθος ἀλλακτούς· τοῦτο γὰρ δεῖ καὶ ποεῖν τὴν χρείαν ἄλυπον καὶ τὸ διὰ ταύτης τέρπον ἀκέραιον τὸ μὴ προσεῖναι τῆι πλούτου κτήσει τοῖς σοφοῖς φροντίδα βαρεῖαν, πῶς δυνήσεται σώιζεσθαι, μηδ’ ὅταν οἱ σφαλερώτατοι καιροὶ καθεστήκωσιν· οὔτε γὰρ ἀσχαλᾶι σώφρων ἀ