Ancient Greek · ~5 min
Column 16
Philodemus, P.Herc. 1424 16
Not analysed yet
νὴρ καὶ πρὸς τὸ μέλλ ον εὐθαρρὴς τῆι ταπεινῆι καὶ πενιχρᾶι διαίτηι, τὸ φυσικὸν εἰδὼς καὶ ὑπὸ ταύτης διοικούμενον, ῥέπει δὲ τῆι βουλήσει μᾶλλον ἐπὶ τὴν ἀφθονωτέραν, οὔτε κακὸς εὑρέσθαι τὰ πρὸς αὑτὸν ἱκανά, ὧι καὶ βίος μέτριός τε καὶ κοινὸς καὶ λόγος ὑγιὴς καὶ ἀληθινός, εἰ καὶ μὴ ῥαιδίως τὸν τυχόντα προσαγόμενος. Τίνος ἂν οὖν ἕνεκα τηλικαῦτ' ἔχ ων ἐφόδια πρὸς τὸ ζῆν καλῶς ἐν πολλῆι ῥαιστώνηι, κἂν πλοῦτον ἀποβάληι, πέραι τοῦ μετρίου κακοπαθήσει σωτηρίας ἕνεκα χρημάτων; οὐ μὴν ἀλλ' οὐδ' ἀκροσφαλῶς αὐτῶι διακείσεται τὰ ὑπάρχονθ' οἵωι προείπαμεν ὄντι· καὶ γὰρ οὐδὲ κακὸν οἰκονόμον ἐρεῖ τις εἶναι κατὰ τὴν χρείαν αὐτὸν οὐδέ τοι τὴν διοίκησίν τε καὶ φυλακήν· ἀβέλτερον γάρ ἐστι τὸ μὴ σώιζειν, ἐφ' ὅσον μήτε πόνος παρὰ τὸ προσῆκον γίνεται μήτε τῶν δεόντων ἀναλωθῆναί τι παραλείπεται, φυσικῶν ἡμῖν ἐνόντ ων πρὸς τὰ πλείον' ἐπιθυμιῶν, οὐδὲ ῥαιδίω ς οἶκον οἰκονομῶ ν μετ' α ὐ τοῦ τοῦ λόγ ο υ κ αὶ αὐτοῦ τοῦ λόγου κ α ὶ κοινῆς ἐμπειρίας τῆς ἱκανῆς πρὸς τὴν οἰκονομίαν τῶν ὑπαρχόντ ων καὶ μὴ πρὸς ὑπέρμετρον χρηματισμὸν ὑστερήσει· ῥάιδιον γὰρ ἰδεῖν παντὶ τὰ κατὰ τοῦτο χρήσιμα καὶ ἐν μέσωι κείμενα μὴ σωρευταῖς ἀνθρώποις, ἀλλ' αὐτὴν τὴν ὑπάρχουσαν κτῆσιν οἰκονομοῦσιν, τὸ δὲ π λεῖον, ἂν ἀβλαβῶς καὶ εὐπόρως γίνηται, δεκτ έ ον, τὸ