Ancient Greek · ~5 min
Column 17
Philodemus, P.Herc. 1424 17
Not analysed yet
δὲ κακοπαθεῖν κατ' αὐτὸ τοῦτο μή προειρημένο ις. Τεχνίτης μὲν οὖν ἅμα καὶ ἐργάτης κτήσεως πολλῆς καὶ ταχέως συναγομένης οὐκ ἴσως ῥητέος ὁ σοφός· ἔστι γὰρ δή τις ἐμπειρία καὶ δύναμις καὶ περὶ χρηματισμόν, ἧς οὐ κοινωνήσει σπουδαῖος ἀνήρ, οὐδὲ τοὺς καιροὺς παρατηρήσει, μεθ' ὧν κἂν ἡ τοιαύτη δύναμις χρησίμη γίνοιτο· φιλοχρημάτου γὰρ ἅπαντα τοιαῦτα. Οὐ μὴν ἀλλὰ φαίνεταί γε καθάπερ καὶ ἐπ' ἄλλων πλειόνων, ἐν οἷς ἀγαθῶν ὄντων δημιουργῶν τό γε πρὸς τὴν χρείαν ἀρκοῦν ἕκαστος ἡμῶν, ὡς εἰπεῖν, οὐ κακῶς ἂν ἐπιτελώηι· οἷον ὁρῶμεν καὶ περὶ τὴν τοῦ σίτου κατεργασίαν ἢ τὴν τῶν ὄψων σκευασίαν· πᾶς γάρ τις ἱκανὸς αὑτῶι τὰ τοιαῦτα ποιεῖν μέχρι τῆς ἀρκούσης χρείας, οὔσης περ ὶ αὐτὰ καὶ ἐνπειρίας ἐν τέχνου. Καὶ ἐπὶ κτήσεως οὖν καὶ φυλα κ ῆς τῶν χρημάτ ων φαίνεταί τι τοιοῦτον εἶναι. κἂν γὰρ μὴ ὦμεν τεχνῖται, καθάπερ τινές, συναγωγῆς καὶ τηρήσεως καὶ φροντισταὶ σύντονοι καὶ ἐνδελεχεῖς, ἀλλ ὰ μέχρι γε τοῦ τὰ πρὸς τὴν χρείαν ἐξευρίσκειν καὶ ταύτ ηι μὴ διαπίπτειν εἰκῆι καὶ τελέως ἐοίκασι πολλοί τινες ο ὐκ ὄντες κακοί, ὧν καὶ τὸν σπουδαῖον ἄνδρα ῥητέον· τί γάρ· κἂν αὐτὸν ἀποφῶ σι τοιοῦτον ὑπάρχειν, ἀλλ' οὐ κατά γε τὸ διατακτικὸν καὶ παραμετρητικὸν τῶι φυσικῶι τέλει τοῦ δέοντ ο ς ἥ ττ ω εἶναι· κἂν ὧδ' εἰπῶσι πορισθῆναι καὶ μηθὲν ἔξω τοῦ χρη