Ancient Greek · ~5 min
Column 18
Philodemus, P.Herc. 1424 18
Not analysed yet
σίμου πεσεῖσθαι, τ ὸ πᾶν διαφέρειν τῶν ἄλλων ῥητέον· ἔτι δὲ κατὰ τὸ παραστατικὸν ἀνθρώπων ἀπὸ τοῦ πρὸς τὰ ὀλία θάρσους διὰ τῶν τοῦ σοφοῦ λόγων εἰς τὸ παντὸς μεταδότας γίνεσθαι. Μὴ δὴ λέγωμεν ὡς, εἰ περιαιρήσομεν τὸ βάρος αὐτοῦ κατὰ τὴν κτῆσιν, ἀφελούμεθα καὶ τὸ πλουτεῖν· ἔστι γὰρ μὴ προσόντος ἐκείνου τοῦτο καταλείπειν· οὐδὲ γὰρ τοῖς συντονωτάτοις παρὰ τὴν περὶ τὸ πρᾶγμα ταλαιπωρία ν σώιζεται μόνως, ἀλλ' αὕτη μὲν τὰ πολλὰ συνπαρέπετ' αὐτοῖς, ἡ δὲ σωτηρία δύναται γίνεσθαι καὶ χωρὶς τῶν ματαίων πόνων. Οὔπω γάρ εἰ περιείρηκέ τις ἑαυτοῦ τό τε πρὸς μηδὲν ἄλογον κακοπαθεῖν ἐν ταῖς ἐπιμελείαις καὶ τὴν δυσχερῆ φροντίδα περὶ τῶν ὑπαρχόντων, οὐ κα ταλέλοιπεν τοσοῦτον ἑαυτῶι τὸ διαφέρον ἐν τῶι σώιζεσθαι τὴν κτῆσιν ἢ μὴ σώιζε σθαι, ὃ γενήσεθ' ἱκανὸν πρὸς τὴν σωτηρίαν τοῦ πλούτου καὶ φυλακήν. Οἷον μὲγ γὰρ τὸν ἀγαθὸν ἐργάτην καὶ φύλακα κτήσεως οἱ πολλοὶ λέγο υσιν, οὐδὲ τὸ φιλάνθρωπον ἀποδέχονται καὶ μεταδοτικὸν πρὸς τῶι ταῦτ' ἀγνοεῖν ὧν οὔκ εἰσιν ἀρ ι θ μοί τινες οὐ γὰρ ῥάιδιον τὸν τοιοῦτον ἐξ ὀλίγων πολλὰ ποιεῖν οὐδὲ ποήσαντα σώιζειν. Μετρήσει μὲν οὖν ἴσως τὸ συμφέρον καὶ κτήσει καὶ φυλακῆι πολὺ βέλτισθ' οὗτος, ὥστε μὴ πλείω πονεῖν διὰ τὰ χρήματ' ἤπερ εὐπαθεῖν· οὔτε γὰρ ὁ πόνος ὁ καθ' ὁποιανοῦν κτῆσιν ἄδηλος αὐτῶι δῆλον ὡς οὔθ' ἡ τέρψις ἡ δι