Ancient Greek · ~5 min
Column 19
Philodemus, P.Herc. 1424 19
Not analysed yet
ὰ τὴν κτῆσιν, οὔτ' ἀμείνων ἄλλος τὴν ὑπεροχὴν αὐτῶν πρὸς ἄλληλα θεωρῆσαι καὶ μνημονεύειν. Κτᾶσθαι μέντοι γ' οὐ δυνήσεται πλεῖστα καὶ τάχιστα καὶ διαθεωρεῖν, ὅθεν ἂν μάλιστα τὸ πλεῖον αὔξοιτο, μηδὲν ἀπομετ ρῶν πρὸς τὸ τέλος ἀλλὰ πρὸς τὸ πλέον καὶ τοὔλαττον, καὶ τὰ προϋπάρχοντ' ἀεὶ φυλάττειν ἐντόνως· πολὺς γὰρ ὁ πόνος ἤδη περὶ τοῦτο καὶ μετὰ φροντίδος σκληρᾶς γιγνόμενος καὶ πᾶν τιθείσης ἐν πενίαι τὸ δυσχερές, ἐναργῶς τῆς φύσεω ς δεικνυούσης, ἄν τις αὐτῆι προσέχηι, διότι καὶ τοῖς ὀλίοις εὐκόλ ως χρήσεθ’, ὁ δὲ πλοῦτος μέτρον τι φροντίδος κα ὶ π όνου πρὸς τὴν δἰ αὐτὸν ἐπικουρίαν ἀλλακτὸν ποιεῖ. Ἄλλον μὲν οὖν ἐνίοτε τοιοῦτον ὑπάρχειν ὥσπερ ὑπηρέτην οὐκ ἄχαρι καθάπερ καὶ τὸ ν ἄκρον περὶ τὴν τοῦ σίτου κατεργασίαν, αὐτὸν δ' ἐ ρ γάτην τῶν τοιούτων οὐκ ἐπιτήδειον εἶναι· οὐ γὰρ ἔτι λυσιτελεῖ πρὸς τὴν κακοπαθίαν ἀναμετρουμένη κτῆσις τοιαύτη. Τοιοῦτον οὖν ὄντα τὸν σοφὸν περὶ τὴν ἐπιμέλ ειαν καὶ τὴν φυλακὴν τῶν χρημάτων οὐκ ἐνοχλήσει πλοῦτος ὑπάρχων, οὐδ' ἐφ' ὅσον ἂν ἐνοχλῆι, ἐπὶ πλέον τοῦτο ποήσει ἢ τὰς χάριτας ἀποδώσει, κατά τε τὴν κτῆσιν ὡσαύτως τὸ συμφέρον ἀκολουθήσει τῶι σοφῶι, χρηματιστήν τε ἀγαθὸν αὐτὸν οὐθὲν μὲν ἴσως διοίσει προσειπεῖν, ἐπειδὴ κατὰ τὸ συμφέρον μάλιστα καὶ κτᾶται καὶ χρῆται καὶ ἐπιμέλεται