Ancient Greek · ~5 min
Column 20
Philodemus, P.Herc. 1424 20
Not analysed yet
πλούτο υ. Οὐ μὴν ἀποβιαστέον γε τοῦτ' ἐστιν διὰ τῶν κατὰ τὰς ἑρμηνείας συ νηθειῶν καὶ ταῦτα μηθὲν ἐνδεικνυμένους περὶ τῆς τοῦ σ οφοῦ κτήσεώς τε καὶ χρήσ εως, ὥσπερ οἱ σοφισταὶ ποιοῦσιν, ἀλλ' ἀνάγοντας ἐπὶ τὴν ὑπάρχουσαν ἡμῖν πρόληψιν περὶ ἀγαθοῦ χρηματ ιστοῦ, σκεπτέον τε ἐν τίνι τὸ προειλημμένον καὶ τῶι πῶς χρηματιζομένωι, καὶ ὧ ι ἂν ἐκεῖν' ἐπιμαρτυρῆται, κατηγορητέον τού του χρηματιστὴν ἀγαθόν· διόπερ εἰ μὲν βουλόμεθα λέγειν ἐν προλήψει τοῦτον ἀγαθὸν χρηματιστὴν τὸν κατὰ τὸ συμφέρον κτώμενον καὶ ἐπιμελόμενον πλούτου, τὸν σοφὸν μάλιστα τοιοῦτον εἶναι ῥητέον· εἰ δὲ μᾶλλον ἐπὶ τὸν δυνατῶς καὶ ἐντέχνως πολλὰ ποριζό μενον καὶ μήτε αἰσχρῶς ἐννόμ ως τε φέρομεν ἐν προλήψει τὸν ἀγαθὸν χρηματιστήν, κἂν ὅτι μάλιστα πλεῖον κα κοπαθῆι κτώμενος οὕτως ἤπερ ἥδηται, μᾶλλον ἄλλο υ ς τῶν σοφῶν φατέον. Οὐθὲν γὰρ ἀφαιρουμένη τοῦ σοφοῦ ἡ τοιαύτη κατηγορίαειαν μόνον μηνθας ἡ γιγνομένη κατὰ τὸ συμφέρον κτήσει τε καὶ οἰκονομίαι πλούτου. Τῶι γὰρ μὴ ὁρᾶν περὶ τοῦ ὅπως προεστῶτας χρημάτων ἀκολο υθεῖ τὸ συμφέρον ζηλοῦμεν τοὺς πολλὰ καὶ ταχέως κτωμένους ἡγούμενοι τούτοις ὑπάρχειν τὸν λυσιτελῆ τῶι βίωι χρηματισμόν. Οἱ δὲ φιλοσοφεῖν φάσκοντες, ἐξὸν λέγειν ἡμῖν παρ' ἃς αἰτίας ὁ σοφὸς ἐπ' ὠφελίαι μάλιστα καὶ κτή