Ancient Greek · ~5 min
Column 21
Philodemus, P.Herc. 1424 21
Not analysed yet
σεται καὶ κυριεύσει χρ ημάτων καὶ ὅλως ἐμφαίνειν ἡ ποία βελτίστη διοίκησις, τοῦτο μὲν οὐ ποιοῦσιν, μόνον δὲ ἐφαρμόσαι ζητοῦσιν ἐπὶ τὸν σοφὸν τὴν τοιαύτην κατηγορίαν καὶ ταῦτ' οὐκ ἐπὶ πρόληψιν ἀνάγοντες, ἣν ἔχομεν ὑπὲρ ἀγαθοῦ χρηματιστοῦ, ἀλλὰ καὶ κατὰ τὰς τῶν λέξεων ὁμιλίας ἀποβιαζόμενοι. Τὸ παράπαν γὰρ οὔτ' ἐν τοῖς ἄλλοις ἐοίκασιν ἐθέλειν κατὰ τὸ προειρημένον αἰεὶ τοὺς λόγους ὑπὲρ τῶν ἀγνοουμένων ποεῖσθαι οὔτ' ἐπ' αὐτοῦ τοῦ νῦν ἐνεστῶτος, ἀλλὰ δεινοί εἰσιν ὑπὸ τῶν κατὰ τὰς λέξεις συν ηθειῶν ἑλκυσθῆναι πρὸς τὰς περὶ τῶν πραγμάτων ἀποφάσεις, κἄπειτα διδάσκειν27 ὡς τούς τε πολλοὺς ἐξελέγχοντ ες ἔνθ' ἂν ἐναντίως αὐτοῖς κατηγο ρ ῶσιν ὑπὲρ τῶν αὐτῶν, καὶ τῶν ἀγ νοουμένων τι διδάσκοντες, ὅ περ Ἀριστοτέλης ἔπαθεν κα τὰ τὸν ἐν τῶι Περὶ πλούτου λόγον ὑπὲρ τοῦ τὸν μὲν ἀγα θὸν ἄνδρα καὶ χρηματιστὴν ἀγαθὸν εἶναι, τὸν δὲ φαῦλον καὶ χρηματιστὴν φαῦλον, ὡς ὁ Μητρόδωρος ἀπέδειξεν. Ἐκ δὴ τούτων ἔστιν διαλαμβάνειν προα ιρο υμένοις καὶ τὸ πόσης κτήσεως ἐπιμελητέον, καὶ τίνα καὶ ποίαν οἰκονομίαν ἐν τῶι λόγωι λαμβάνομεν, καὶ πῶς οἰκονόμον ἀγαθὸν ἔστιν εἰπεῖν τὸν σοφὸν καὶ πῶς οὐκ ἔστιν, ὡσαύτως δὲ καὶ χρηματιστήν, καὶ τίς οἰκονομία τέχνη καὶ τ ίς οὐ τέχνη δυναμέν η δὲ καθάπερ ὑπὸ πολλῶν οὕτω καὶ ὑπὸ τοῦ σοφοῦ γίνεσθαι, καὶ δι