Ancient Greek · ~5 min
Column 22
Philodemus, P.Herc. 1424 22
Not analysed yet
ότι συμφέρουσα καὶ λυσιτελὴς ἡ τοιαύτη πρὸς ἄκραν εὐετηρίαν ἐκείνη δὲ ἀλυσιτελὴς καὶ ταλαίπωρος, καὶ πῶς διακείμενον χρὴ ποιεῖσθαι τὰς ἐπιμελείας. Ἔστιν δ' ἀνελέσθαι τινὰ καὶ πρὸς τὸ πόθεν καὶ πῶς πορίζεσθαι δεῖ καὶ φυλάττειν. Ἡ συνέχουσα μέντοι γ' ἀνάτασις αὐτῶι γέγονεν πρὸς τὸ μακρῶι μᾶλλον λυσιτελεῖν τὰς ποτε γινομένας ὀχλήσεις καὶ φροντίδας καὶ πραγματείας τῆς ἐναντίας αἱρέσεως εἰς διαγωγὴν τὴν ἀρίστην. Ἡμεῖς δὲ λέγωμεν ἀκολουθοῦντες τὸ μὲν οἴεσθαι πορισμὸν ἄ ριστο ν εἶναι τὸν δορίκτητον καὶ χ ρῆσιν οἵαν ἐποήσατο Γελλίας ὁ Σικελιώτης καὶ Σκόπας ὁ Θετταλὸς καὶ Κίμων καὶ Νικίας οἱ Ἀθηναῖοι δοξοκόπων ἀνθρώπων εἶναι κατὰ σοφίαν οὐδετέραν, ὡς κἂν α ὐτοὶ μαρτυρήσειεν οἱ βίοι τῶν τὰ τοιαῦτα γραφόντων· ὅλως δὲ φαίνονται τὰς ἐπι τ εύξεις ἐοικόσιν εἰς τοὺς πο λιτικοὺς ἀνατιθέναι καὶ τοὺς πρακτικούς, ὥστε πολλ άκις ἂ ν ἐπερωτῆσαι τίνα ποτὲ περίεστιν τοῖς σχολάζουσι περὶ τὴν ἀλήθειαν καὶ πά ντα ταῦτ' ἐπικρίνουσιν· οὐ γὰρ ἐοίκασιν οἱ αὐτοὶ κατά γε τούτους ἐργάται τε εἶναι τῶν καλῶν, ὅσα πρὸς τὴν ἐκ τῶν κυριωτάτων ἀταραξίαν συντείνει, καὶ θεωρηταί, ἀλλ' ἢ μ ὴ ἔ χ ειν τὸ τέλος τοῦτ' ἐπιφέρουσαν ἀρετὴν φήσουσι δῆλον ὅτι τοὺς περὶ τὴν ἀλήθειαν δεινούς, ἢ μηδὲν ἀπ' αὐτῆς ἀξιόλογον συντελεῖσθαι, ἢ πόλεως ἢ δυνάμεως ἡγουμένων τῶν ἐν σοφίαι περιττῶν γενή