Ancient Greek · ~5 min
Column 23
Philodemus, P.Herc. 1424 23
Not analysed yet
σεσθαι πεῖρα ν. Γελοιότατον δὲ καὶ τὸ πορίζειν ἀφ' ἱππικῆς καλὸν οἴεσθαι, τὸ δ' ἀπὸ μεταλλικῆς, δούλων ἐργαζομένων οὐκ εὔκληρον, τὸ δ' ἐξ ἀμφοτέρων, αὐτὸν ἐνεργοῦντα μανικόν· ταλαίπωρον δὲ καὶ τὸ γεωργοῦντ' αὐτὸν οὕτως ὥστε αὐτουργεῖν· τὸ δ' ἄλλων, ἔχοντα γῆν κατὰ σπουδαῖον· ἥκιστα γὰρ ἐπιπλοκὰς ἔχει πρὸς ἀν θρώπους, ἐξ ὧν ἀηδίαι πολλαὶ παρακολουθοῦσι, καὶ διαγωγὴν ἐπιτερπῆ καὶ μετὰ φίλων ἀναχώρησιν εὔσχολον καὶ παρὰ τοῖς σώφροσιν εὐσχημονεστάτην π ρόσοδον. Οὐκ ἄσχημον δ' οὐδὲ ἀπὸ συνοικία ς τε καὶ δού λ ων ἐμπειρίας ἢ καὶ τέχνας ἐχόντων μηδαμ ῶς ἀπρεπεῖς. ʼαλλὰ ταῦτα δεύτερα καὶ τρίτα· πρῶτον δὲ καὶ κάλλιστον ἀπὸ λόγων φιλοσόφων ἀνδράσιν δεκτικοῖς μεταδιδομέν ω ν ἀντιμεταλαμβάνειν εὐχάριστον ἅμα μετὰ σεβασμοῦ παντός, ὡς ἐγένετ' Ἐπικο ύρωι, λοιπὸν δὲ ἀληθινῶν καὶ ἀφιλον ε ί κων καὶ σ υ λλήβδην εἰπεῖν ἀτ αράχων, ὡς τό γε διὰ σοφιστικῶν καὶ ἀγωνιστικῶν οὐδέν ἐστι βέλτιον τοῦ διὰ δημοκοπικῶν καὶ συκοφαντικῶν. Ὧν δ' ἐπιτηδευτέον εἰς π ρόσοδον καὶ τήρησιν ταύτης τε καὶ τῶν προϋπαρχόντων τὸ μὲν συνέχον ἡγητέον ἐν τῆι τῶν ἐπιθυμιῶν εὐσταλείαι καὶ τῶν φ όβων οὐδὲν γὰρ ἐκχεῖν καὶ ἀνατρέπειν εἴθισται λαμπροτάτας καὶ πλουσιωτάτας οἰκίας ὡ ς πολυτέλιαί τε διαίτης καὶ λαγνεῖαι καὶ π ε