Ancient Greek
Column 7a
Philodemus, P.Herc. 1538 7a
Not analysed yet
συνιέντα λέγει, τῆς ὑστέρας οὐ διαφέρει. μόνοι γὰρ οἱ πεπαι δευμένοι συνιᾶσι, τὸ δὲ καλὸν καὶ παντελῶς. ἀνεκτοτέρα δ' οὖν ἡ τῶν δευτέρων. ἑκατέραι δὲ τὸ τέλος μόνον, εἴπερ ἄρα λέγειν ἂν θέλ οι τις, ὃ δύναται ποιεῖν τὸ καλὸν ποίημα, τὸ δὲ τί ἐστιν καὶ τίνι δύναται κινεῖν οὐ διδάσκουσιν. ἐοίκασιν δὲ τὰ πολλὰ τῶν εὐτελῶν περιπετε ίαις δὲ καὶ παραδοξολογίαις καὶ παθητικοῖς λόγοις κινοῦντα προκρίνειν τῶν ἄκρως μὲν πεποιημένων, ἥκιστα δὲ