Ancient Greek
Column 15
Philodemus, P.Herc. 182 15-2
Not analysed yet
χθη γα νευ τουγε δόξ α ς ε τοογου ἐστιν ἀεὶ κ ἐ ὰ ν θυμῶι τα. καὶ γὰρ οὐδὲ μ ετὰ χρόνον επι μεταμέλει τοῖς πραχθεῖσιν, ἀλλ' εὐθέως κάθηνται τιλλόμενοι καὶ κλαίοντες ἐφ' οἷς ἐπαρώινησαν, ἐν ίοτε δ' αὑτοὺς ἐπικατασφάττοντες. οὕτω δὲ καὶ ἐκφέρει τὸ πάθος, ὥστε καὶ προίεσθαι ποιεῖ ταῦθ' ὧν μάλιστα δεινοὺς ἔχει τοὺς εἱμέρους ὁ θυμούμενος. Φοίνικα γοῦν τρώκτην, ὃ ς ἕνα χαλκοῦν ἀποβαλὼν αὑτὸν πνείγει χάσκων βαδίζεις, οὐ προσέχεις σαυτῶι λέγων, ἀναγκάζει διαριθμοῦντα πολλάκις τἀργύριον ἐν πλοίωι καὶ τετρᾶχμον ἓν ἐπιζητοῦντα τὸ πᾶν εἰ ς τὸ πέλαγος ἐκχεῖν. κἄπειτα δῆλον ὡς ἑαυτὸν καὶ φίλαρχον ἢ φιλόδοξον, οὕτω καὶ