Ancient Greek · ~3 min
Column 25
Philodemus, P.Herc. 182 25
Not analysed yet
κἄνθρωποι ἀφυεῖς τὰ δίκαια κρίνειν καὶ καχόμιλοι γινόμενοι κατὰ τῶν ἁπάντων. πολλὰ δὲ ἀνατρέπουσιν, ἀνευδόκητα πᾶσ ι ποιοῦντες ἀνθρώποις ταῖς ἄλλαις κατατ ιπ ς καὶ παρὰ τοῖς προσήκουσιν καὶ παρὰ τοῖς ὀθνεί ο ις, ἑκάστου τοῖς ὁμοίοις εἰκότως ἀμείβεσθαι τὸν ἀσυμπερίφορον δικαιοῦντος. ἀναφαίνουσι δὲ πολλάκις ὑπ' ὀργῆς καὶ γεγονυίας ἑαυτῶν συνωμοσίας καὶ πράξεις ἄλλας ἀπορρήτους, ὥστε καὶ μεγάλαις δι' αὐτὸ τοῦτο περιπίπτειν συμφοραῖς. ἡδεῖα δ' αὐτοῖς οὐδὲ θέα γίνεται διὰ τὴν ὀργήν, οὔτε λουτρὸν οὔτε συμπόσιον οὔτε ἀποδημία μεθ' ὡνδήποτε ἀνθρώπων οὔτ ε ἄλλο τῶν ἐπιτερπῶν εἶναι δοκούντων οὐδέν, ἀλλὰ πάντα παραμισγομένων τῶν ἐρεθισμῶν διὰ νεῦμα καὶ ψιθυρισμὸν καὶ γέλωτα καὶ τῶν ἐφ' ο ἷς ἐθυμώθησαν ὑπό τινος ἀνάμνησιν καὶ τῶν δια