Ancient Greek · ~3 min
Column 26
Philodemus, P.Herc. 182 26
Not analysed yet
κἂν κραυγάσωσιν ἢ γυναῖκ' ἢ παιδάριον ἤ τι ἄλλο τῶν τοιούτων, κἂν μὴ ὅτι ἀνθρώπους, ἀλλὰ καὶ ἄλογα ζῶια καὶ δὴ κἄψυχα καὶ μικροῦ δεῖν σκιὰς ις γὰρ ἐνίων ου ρα ς γ' ἔτι πικρότερον τῶν ὀργίλων παθῶν, ἥ τε φύσις καὶ τὰ κιρνάμενα ταύτηι κακοδαιμονικῆς γέμει πικρίας. καὶ συνοικοῦσι δὲ φόβοις καὶ ἀγωνίαις καὶ ταραχαῖς, καὶ καθ' ὃν ἐνεργοῦσι χρόνον καὶ μετὰ ταῦτα, τοτὲ μὲν ἐπὶ τῶι μὴ δύνασθαι μετελθεῖν, τοτὲ δὲ ἐννοοῦντες ὅσους ἔχουσιν ἐχθρούς, τοὺς δὲ μισοῦντας ἄλλως ἢ καταφρονοῦντας, οἰκείους τε καὶ τῶν ἔξωθεν ἀνθρώπους. πολλάκις δὲ καὶ τὸν παρ' ἑτέρων οὐκ ἀναμένουσιν θάνατον, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι μετελθεῖν ἢ διὰ τὸ μετελθόντας ἀνήκεστα προσδοκᾶν ἢ διὰ τὴν ἐφ' οἷς ἔπραξαν μετάγνωσιν ἢ τι τοιοῦτον ἑαυτοὺς κατε κ ρήμνισαν ἢ κατέ