Ancient Greek · ~2 min
Column 27
Philodemus, P.Herc. 182 27
Not analysed yet
σφαξαν δ δι νο λέγομεν ἐγγενέσθαι καὶ διαβολὰς καὶ μωμητικὰ καὶ μυρίας ἄλλας κακίας, δι' ὧν καὶ αὐτῶν ὑπερμεγέθως κολάζονται. τῆι γε μὴν ἀνεπιεικεῖ καὶ ἀνημέρωι καὶ τραχείαι διαθέσει, πασῶν ὀλεθριωτάταις νόσοις, συνέζευκται τὸ πάθος, ἀφ' ὧν εἰς πᾶσαν αἰκείαν τοῦ δοκοῦντος ἠδικηκέναι προάγει καὶ βιάζεται μηδὲ τῶν φιλτάτων ἀπέχεσθαι μετ' ἐπιθυμίας παντὸς ὠνουμένης ἃ ποθεῖ καὶ βριμώσεως θηριώδους οὐδὲ παυομένης ὡς τῆς τῶν λεόντων, ὅταν ἐκτὸς ὁ βλάπτων γένηται τῆς ὄψεως ἢ παύσωνται τῆς ἐνδείας, ἀλλ' ἕως καὶ νεκρῶν προπηλακισμοῦ βαδιζούσης καὶ τὸ πέρας ὥσπερ εἰς αὐτὴν τι μωρίαν μετ ατρ ε πούσης. συνήρ