Ancient Greek · ~4 min
Column 28
Philodemus, P.Herc. 182 28
Not analysed yet
τηται δὲ καὶ δυσκολίαι καὶ κατὰ βρῶσιν καὶ πόσιν καὶ κατὰ συμπεριφορὰν φίλοις κατὰ διακονίαν καὶ πᾶν τ οιοῦτο. βιάζεται τὸ πάθος απ θος νανδ χιστα περὶ το συμβαιν δὲ καὶ καχ τῆς τε λοιδορίας πε τὸν κ καὶ φιλονικεῖν καὶ λυπεῖν καὶ διασύρειν καὶ πάνπ ο λλα ποιεῖν ἕτερα δυσχερῆ #26συναυξόμενον δὲ καὶ μισανθρωπίας αἴτιον γίνεται#26, ἐνίοτε δὲ καὶ ἀδικεῖν, ἐπειδήπερ οὔτε δικαστὴς οὔτε βουλευτὴς οὔτ' ἐκκλησιαστὴς οὔτ' ἄρχων δύναται δίκαιος εἶναι πάθεσιν ὀργίλοις συνεχόμενος, οὐδ' ἄνθρωπος ἁπλῶς εἰπεῖν. ἐπακολουθεῖ δὲ τοῖς ἔχουσιν αὐτὸ καὶ τὸ δεσποτικοῖς γίνεσθαι καὶ καχυπόνοις καὶ ψεύσταις καὶ ἀνελευθέροις καὶ δολίοις καὶ ὑπούλοις καὶ ἀχαρίστοις καὶ φιλαύτοις, δι' ἃς αἰτίας ῥάιδιον συνιδεῖν. τί γὰρ δεῖ λέγειν τὸ πᾶσι βλεπόμενον, ὅτι τῶν ἀγαθῶν εἰσιν ἄγευστοι παρὰ τὸν βίον ἅπαντα τῶν ἐκ ῥαθυμίας τῆς ἀποδεκτῆς καὶ πραότητος καὶ βαθύτητος καὶ νὴ τὸν *δ ί α νος