Ancient Greek · ~3 min
Column 29
Philodemus, P.Herc. 182 29
Not analysed yet
ωσαν ἐξαγριοῖ καὶ πρὸς τ ὀρθιάζε ιν εἰ γένοιτο σωτηρία διὰ τῶν ἀναξαινόντων φαρμάκων· ἂν δὲ καλῶς ἀποκρύπτωσι πάντα τὰ γεγονότα ιν π ναι δοκῆι. αἰ σχύνεται δ ὲ καὶ φιλοσοφίαι δι' αὐτὴν καὶ τὰς δι' αὐτὴν παρακολουθούσας πράξεις, ὅταν οἱ προεστάναι δοκοῦντες αὐτῶν φωρῶνται τοιοῦτοι. κἀπαντῶσι δὲ πολλάκι πολλαὶ συμφοραὶ καὶ φίλοις καὶ ππροσήκουσιν ἄλλοις, ἔστιν δ' ὅτε καὶ πατρίσι καὶ βασιλείαις, οὐ πάλαι μόνον ὅθ' ἡ μῆνις ἐκείνη μυρί' Ἀχαιοῖς ἄλγη ἔθηκεν, ἀλλ' ὁσημήραι· καὶ μικροῦ δεῖν ὅσα τις ἂν νώσαιτο κατὰ Δημόκριτον κακὰ πάντα παρακολουθεῖ διὰ τὰς ὑπερμέτρους ὀργάς. ἡμεῖς δὲ τὰ δυνατὰ περιγραφῆναι καὶ σύμμετρα καὶ πρόσχειρα μόνον ὑπεμνήσαμεν. ἐπισημαινόμεθα δὲ νῦν, ἵ να μᾶλλον φοβώμεθα δ