Ancient Greek · ~3 min
Column 30
Philodemus, P.Herc. 182 30
Not analysed yet
ισθ ι νως εἶπε λ ἐπὶ πάντας καὶ ἐπὶ πάντων, καὶ διότι μάλιστ' ἐρεθίζον ται πρὸς τοὺς φίλους τε καὶ συνόντας καὶ τὴν ἔχθραν ἢ τὴν ὀλιγωρίαν ἀφόρητον παρασκευάζουσιν ἑαυτοῖς δε υωμεν κοσι μηδ' ὡς οὐκ ἔχουσι τὸ πάθος, ὑπομιμνήσκομεν, ὅτι οὐ μόνον συνεχῶς θυμοῦνταί τινες, ἀλλ' ἐνίοτε καὶ ταῖς κατ' ἀριθμὸν ὀργαῖς πολυχρονίοις ἐνέχονται καὶ δυσαποκαταστάτοις, κἂν ἐπισχεθῶσι, πάλι καὶ πυκνὸν ἀνοιδούσαις, τισὶ δὲ καὶ μέχρι τῆς τελευτῆς διαμενούσαις, πολλάκις δὲ καὶ παρατιθεμέναις παισὶ παίδων· καὶ διότι καὶ μεγάλους ἄνδρας ἐκβακχεύειν πεφύκασι, κἂν ἐπὶ ποσὸν ἐαθῶσι, πάλιν ἐπανατρέχουσι, κἂν ἀμέτοχος ἦι τις, ἐνγίνονται δι' αἰτίας πολλάς· καὶ διότι παντὸς ἅπτονται γένους ἀνθρώπων, σ φόδρ' ἂν τῶν νωχελεστάτων, οὓς ια βαρυθυμοτάτους ἐνίοθ' ὁρῶμεν