Ancient Greek · ~3 min
Column 31
Philodemus, P.Herc. 182 31
Not analysed yet
καὶ διότι ὀργαῖς μέτρο ν αταδιασυν καὶ μέχρι ονταιι ακειασμε ισπτωμα αιο πλὴν τ οῦ κανονικοῦ λόγου. τοὐναντίον δὲ πᾶς ἀντίδικος, ὁ μὲν ἔξωθεν καὶ διερεθίζων παντοδαπῶς, γονεῖς δὲ καὶ πᾶς προσήκων τὰ πολλὰ καὶ συνχαίροντες ὡς ἐπάνδροις, τῶν δὲ φιλοσόφων οἱ μὲν φλυαροῦντες ἐν ταῖς παραμυθίαις, οἱ δὲ καὶ μετὰ συνηγορίας ἐπιρρώννυντες· ἀφί ημι μὲν ῥήτορας καὶ ποιητὰς καὶ πᾶσαν τὴν τοιαύτην γρυμέαν. ἔνιοι γοῦν τῶν Περιπατητικῶν, ὥς που καὶ πρότερον παρεμνήσθημεν διὰ προσώπων, ἐκτέμνειν τὰ νεῦρα τῆς ψυχῆς φασι τοὺς τὴν ὀργὴν καὶ τὸν θυμὸν αὐτῆς ἐξαιροῦντας, ὧν χωρὶς οὔτε κόλασιν οὔτ' ἄμυναν εἶναι· σ υ νε πεζεῦχθαι γ ὰρ αὐ