Ancient Greek · ~3 min
Column 32
Philodemus, P.Herc. 182 32
Not analysed yet
τῶι τὸ μετὰ τῆς πάσης ἀνελευθερίας ὑποτρέχε ιν καὶ κο λακεύειν· ἔνιοι δὲ καὶ αὐτομάτας ὑποφέρειν αἰκείας οὐδὲ ολοπ νε δρο α π ἐν τοῖς πολέμοις καὶ τοῖς ἀναλόγοις καιροῖς γ' ο ὐκ εἶναι προσφέρεσθαι χωρὶς ὀργῆς, ἣ θαρρεῖν ποιεῖ καὶ πάντα ὄκνον ἀφαιρεῖται καὶ δειλίαν καὶ ἀνικήτως ποιεῖ μέχρι καὶ θανάτου μένειν· ὡσαύτως δὲ τὸ τιμωρητ ικὸν τῶν ἐχθρῶν κατασχευάζειν, ὃ καλόν τε ὑπάρχειν καὶ δίκαιον καὶ σύμφορον ἰδίαι καὶ κοινῆι καὶ πρὸς τούτοις ἡδύ. διὸ τήν τε παράστασιν τὴν εὔλογόν τινων καὶ τὸν ἄλογον οἷον ἐνθουσιασμὸν οἴονται θυμὸν εἶναι τὸν περὶ οὗ διαλεγόμεθα. καὶ παρορῶσιν ,ὅτι χωρὶς ὀργῆς ἔστι τὸ πολεμε ῖν κ α ὶ ἀγωνίζεσθαι κ αὶ πικρῶς χειροῦν, μετ' ὀργῆς δὲ τὸν προσιόντα βλάβαις ἐνέχεσθαι,