Ancient Greek · ~4 min
Column 42
Philodemus, P.Herc. 182 42
Not analysed yet
διότι μ εγάλως βλάψει, προσαλλοτριοῦται μὲν ἄκρως, καὶ μισεῖ #26τοῦτο γὰρ ἀκ όλουθον#26· οὐ μέντοι γε ταραχὴν ἀναδέχεται μεγάλην. οὐδ' ἔστ ιν γέ πώς τ ι παρὰ μέγα τῶν ἔξωτεν, ὅτ' οὐδὲ κ ατὰ τὰς παρουσία ς τῶν μεγάλων ἀλγηδόνω ν μεγάλαις συνέχεται ταραχαῖς, πολλῶι δὲ μᾶλλ ο ν κατὰ τὰς ὀργάς· τὸ γὰρ δειν ὰ παθεῖν φύετα ι ἐξ ἀνοίας. εἴ τις οὖν μάταιός ἐστι, συναφθῆναι τοῦτο δύναται· μυρίας τε συμφορὰς ἔχει καὶ συμπεπλεγμένας καὶ συνακολουθούσας· ὁ μάλιστ' αὐτὰς θεωρῶν σοφὸς οὐκ ἂν ἐμπίπτοι. τό τε δ' ἐπιθυμεῖν τῆς κολάσεως καθάπερ ἀπολαυστοῦ τινος, ὃ συνέζευκται ταῖς μεγάλαις ὀργαῖς, μάταιόν ἐστιν, οἰομένων μέγιστον ἀγαθὸν εἶναι καὶ καταστρεφόντων ὡς εἰς δι' αὑτὸ αἱρετὸν καὶ κολάσειν οὐκ ἄλλως νομιζόντων, καὶ ἀνημέρωι συμπέπλεκται διαθέσει, καθάπερ ὑπεδεί ξαμεν καὶ προιόντες ἔτι παραστήσομεν, ὥστ' οὐκ ἂν εἴη περὶ αὐτὸν ἅμα καὶ γινώσκοντα, διότι τὴν ἀκροτάτην κομίζεται τιμωρίαν ὁ τοιοῦτος ἐξ ἑαυτοῦ. διὸ καὶ βραχείαις οτενεινατελεως