Ancient Greek · ~4 min
Column 43
Philodemus, P.Herc. 182 43
Not analysed yet
ὀ ργαῖς συνέχεται καὶ διαφορα ῖς μὲν ὀνόματος, ἀλ λ' οὐ μὰ Δία τὸ συνεπ όμ ε νον τῶι ὑπὸ τοῦτο ταττ ο μένωι ἢ ἐννοήματι ἢ τοῖς ἄλλ οις τούτωι προσαγορεύ ομεν. οὐδὲ χρ ὴ τὴν διαφοράν, ἣν τὸ πάθος ἔχει πρὸς τὸ γινόμενον περὶ τ οὺς πολλοὺς ἐπ ισ τῆσαι ἢ μετελθεῖν τινα, μ ηδ' ἂν ὀργὴν αὐτὸ προσαγορεύωμεν, τοῦ ὀνόματος ἕνεκεν ἀγνοεῖν. τὸ δ' ἀσθενές τι λέγειν ὀργὴν γ ίνεσθαι καὶ τῶι σοφῶι περιάπτειν, ὥστε καὶ τοῦτον ἀσθενῆ ποιεῖν, οὐ παρενοχλήσει, καθάπερ ἐνίοις, οἳ πάνδεινον ἡγήσαντο, ταῖς Κυρίαις Δόξαις ἀντιγράφοντες, εἰ τετόλμηκέ τις ἐν ἀσθενείαι λέγειν ὀργὴν καὶ χάριτα καὶ πᾶν τὸ τοιοῦτον, Ἀλεξάνδρου τοῦ πάντων πλεῖστον ἰσχύσαντος ὀργαῖς τε πολλαῖς συνεσχημένου καὶ κεχαρισμένου μυρίοις. οὐ γὰρ ἡι τῆι τῶν ἀθλητῶν καὶ βασιλέων ἀντίθετος ἀσθενεια λαμβάνεται κατὰ τὸν λόγον, ἀλλ' ἡ δεκτικὴ κατασκευὴ καὶ φύσις θανάτου καὶ ἀλγηδόνων ἧς καὶ Ἀλέξανδρος δήπου καὶ πᾶς ὅλως ἄνθρωπος μετέσχηκεν, εἰ μὴ καὶ μάλισθ' οἱ κατ' ἐκεῖνο δυνατώτατοι λεγόμενοι, καθάπερ οὗτος. καὶ θυμοῦ τοί